12
Κεφ. δʹ.Ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♉ κατακλιθῇ τις
13
Κρόνου ὄντος ἐν τῷ □ ἢ διαμέτρῳ ἢ συνόντος τῇ ☾ μάλιστα
14
ἀφαιρούσης καὶ τῷ φωτὶ καὶ τοῖς ἀριθμοῖς, ἔσται ἡ
15
νόσος καὶ ἐν τῇ καταρχῇ, ἀπὸ κραιπάλης καὶ περιφορῶν
16
καὶ πλήθους καὶ ἔσονται στεγνοὶ πυρετοὶ καὶ τῶν ὑποχονδρίων
17
ἄλγησις καὶ τῶν ἄρθρων πόνος καὶ σφυγμοὶ 19.537
1
ἐπῃρμένοι καὶ ἄτακτοι· καὶ ὅλου τοῦ σώματος φλεγμονὴ καὶ
2
περὶ τὸν πνεύμονα βάρους αἴσθησις καὶ εὐωνύμου πλεύρου·
3
τούτοις βοηθεῖ ἡ τοῦ αἵματος ἀφαίρεσις καὶ πάντων τῶν
4
δυναμένων καθελεῖν τὴν ἕξιν. ἀγαθοποιῶν οὖν μὴ παρεμπλεκομένων
5
μέχρι τῆς διαμέτρου, ἀπαραβάτως τελευτήσει·
6
ἐὰν δὲ καὶ τοῦ πυρόεντος τὸ αὐτὸ σχῆμα ἐπισχῇ ἢ ☍ ἐν
7
τῷ πρώτῳ □ τελευτήσει. ἀγαθοποιῶν δὲ παρόντων καὶ τὴν
8
πανσέληνον ἐπιθεωρούντων κινδυνεύσας σωθήσεται. ἐὰν δὲ
9
τῆς ☾ πανσελήνου οὔσης ἐν τῷ ταύρου, κατακλιθῇ τις μάλιστα
10
ἡμέρας οὔσης, ♂ συνόντος αὐτῇ ἢ διάμετρος ἢ □,
11
ἔσται ἡ νόσος ἐκ πλήθους αἵματος καὶ στέγνωσις καὶ ἐκπύρωσις
12
καὶ τοῦ τραχήλου καὶ ὀστέων ἄλγησις καὶ ἀγρυπνία
13
ὑπερβάλλουσα καὶ ἐπιθυμία πολλὴ οἴνου καὶ ψυχροῦ· τούτοις
14
οὖν ἡ τοῦ αἵματος ἀφαίρεσις ὠφέλιμος καὶ πάντα τὰ
15
ἀναχαλῶντα. ♄ δὲ τὸ αὐτὸ σχῆμα ἐπέχοντος τῇ πανσελήνῳ,
16
μηδενὸς ἀγαθοποιοῦ παρεμπλεκομένου, τὴν ἐννάτην
17
ἡμέραν οὐχ ὑπερβήσονται. ἀγαθοποιῶν δὲ παρόντων ἢ
18
συσχηματιζομένων, κινδυνεύσας μέχρι τῆς ὀγδόης ἡμέρας 19.538
1
σωθήσονται. ἐὰν δὲ τῆς σελήνης οὔσης ἐν ♉ κατακλιθῇ
2
τις κατὰ τὸν προκείμενον ὅρον μειουμένης αὐτῆς καὶ τοῖς
3
φωσὶ καὶ τοῖς ἀριθμοῖς, αὐτῇ δὲ σχηματισθῇ ♄ καθ’ οἷον
4
δήποτ’ οὖν τρόπον, μάλιστα ἐὰν ὁ ♀ συμπεριειλημμένος ᾖ
5
τὰ πάθη κατ’ ἰδιοτροπίαν μὲν τοῦ ζωδίου, κατὰ τὰς ἀρχὰς
6
ἔσται βραδυκίνητα, δυσσύνοπτα, ὡς μὴ ὑπαρχούσης νόσου,
7
νωχελεῖς τε τοῖς σώμασι καὶ τὰς λαλιὰς τεθραυσμένοι· ἀνόρεκτοι
8
δὲ τῷ στομάχῳ καὶ τὰς ἐν βάθει θερμασίας ὑποφαίνοντες,
9
τοῖς τε ἄρθροις ἐναλγεῖς καὶ τὸ ὅλον σῶμα παραμένοι.
10
ταῦτα δέ σοι τὰ σημεῖα προστίθημι ἐπὶ παντὸς
11
ζωδίου. καὶ ἐὰν τι τῶν εἰρημένων φαίνεται, εὐσύνοπτος ἡ
12
περὶ τοὺς κάμνοντας ἀπόφασις ἂν εἴη. φύσει γὰρ τὸ ζώδιον
13
τοῦτο ἔχον ἐπισημασίας τῶν ὑδάτων, ἄγει χειμῶνας καὶ
14
κατὰ γῆν τε καὶ κατὰ θάλασσαν καὶ πνευμάτων παντοίων
15
ἐπισημασίας κινεῖ, διὸ δεῖ σε τῆς κεφαλῆς ἐπιμέλειαν ποιεῖν.
16
ὑποφανεῖ γάρ σοι ἀπαθὲς τὸ αἴτιον τῆς καταρχῆς τῆς νόσου,
17
διὸ καὶ τὸ νευρῶδες ὅλον συμπαθήσει καὶ τὰ τοῦ στομάχου
18
παρακολουθήσει αἴτια. οἵ τε γὰρ σφυγμοὶ ἐνδεδυκότες 19.539
1
καὶ μυρμηκίζοντες μάλιστα περὶ τὴν ἡμέραν, διὸ χρὴ
2
τρέφειν μὲν, μὴ εὐλαβεῖσθαι δὲ ὡς ὑπερβάλλουσαν ἀσθένειαν
3
ὅσον διὰ τὴν μικροψυχίαν, τάς τε τοῦ αἵματος ἀφαιρέσεις
4
καὶ τῆς κοιλίας τὴν ὑπαγωγὴν ποιεῖσθαι πάντα ἀφαιροῦντα.
5
ἀπὸ δὲ τῆς □, ἐπὶ τὴν ☍ παρατηρεῖσθαι. ἐὰν
6
γὰρ σύνδεσμον λύσασα τῆς σημασίας ἐπὶ τὸ βέλτιον κινήσῃ,
7
ἔσται ἐπὶ τῆς ☍ ἡ κατάλυσις τῆς νόσου. ἐὰν δὲ λύσασα
8
τὸν σύνδεσμον ἐπισημασίας ἐπὶ τὸ χεῖρον ποιήσει, μάλιστα
9
μηδενὸς ἀγαθοποιοῦ ἐπὶ τῆς κατακλίσεως παρεμπλακέντος
10
τὴν ☍ οὐχ ὑπερβήσεται. ἐὰν δὲ τῆς ☾ οὔσης ἐν ♉ κατακλιθῇ
11
τις καὶ σχηματισθῇ τῷ ♂ ἢ τῷ ☉ μάλιστα ἐπὶ
12
πανσέληνα ἢ ἀμφίκυρτα αὔξουσα τοῖς ἀριθμοῖς, ἔσται τὰ
13
αἴτια περὶ τὸν τράχηλον καὶ τὰ ὑποχόνδρια, ἐκ πλησμονῆς·
14
οἵ τε πυρετοὶ καυσώδεις καὶ ἐστεγνωμένοι· καὶ περὶ τὴν
15
γλῶσσαν τραχύτης· καὶ πικρία στόματος· αὐτοί τε τοὺς
16
ὀφθαλμοὺς ταυρηδὸν σχηματίζοντες, πᾶσά τε ἀπειλὴ περὶ
17
τὸ πρόσωπον, τάς τε λαλιὰς θρασείας καὶ πυκνότερον ἀναπηδῶσι,
18
πικραινόμενοι πρὸς τοὺς οἰκείους, διψαλέοι τε. 19.540
1
χρὴ οὖν τῆς κοιλίας ποιεῖσθαι ἐπιμέλειαν πρὸς τὸ στεγνῶσαι,
2
τάς τε τοῦ αἵματος ἀφαιρέσεις μάλιστα προσάγειν καὶ
3
μὴ πολὺ ἁποσπᾷν τῆς ἐπιθυμίας τοῦ ψυχροποτεῖν. αἱ γὰρ
4
νόσοι ἀπὸ τῆς ἀρχῆς ὀξύτεραι μέχρι τῆς διὰ πέμπτου ἕως
5
τῆς ζʹ προσεδρεύειν δὲ χρή. ἐὰν γὰρ ἴδης τὸν ♌ κατὰ
6
τὸν δʹ, ἔσται καρδιακὴ διάθεσις. διὸ χρὴ τῇ ἑβδομαίᾳ
7
προσεδρεύειν πᾶσαν τὴν ὥραν καὶ παρασκευάσασθαι
8
πρός τε τοῦ οἴνου καὶ ψυχροῦ δόσιν. ἀπὸ δὲ τῆς ἑβδομαίας,
9
ἐὰν ἐπὶ τὸ χεῖρον τραπῇ, χρὴ ἀπογινώσκειν, ἀπαραιτήτως
10
γὰρ τελευτήσει. συνορᾷν δὲ χρὴ καὶ τὰς ὥρας ἐπὶ
11
ταύτης τῆς ἐπισημασίας, πῶς δυνηθείης ἂν πρὸς τοὺς ἀγαθοποιοὺς
12
σχηματίζειν τὴν ὥραν· καὶ βοηθεῖν πρὸς τὸ ὑποστρέφειν
13
ἢ λούειν ἢ οἰνοποτεῖν. ἐὰν γὰρ κατὰ ταύτην τὴν
14
ἐπισημασίαν δοθῇ τροφὴ, ὅπερ ἐστὶ κατὰ τὸν ἰατρικὸν λόγον
15
ἐναντίωμα, πρὸς δὲ ἀγαθοποιὸν ὥραν φερομένη μεγάλως
16
βοηθήσει. ἐὰν δὲ τῆς ☾ οὔσης κατὰ τὸν προειρημένον
17
τρόπον, σχηματισθῇ ὁ ♃ ἢ ὁ ☿ ἢ ἡ ♀, ἐάν τε προστιθῇ
18
τοῖς ἀριθμοῖς, ἐάν τε ἀφαιρῇ ἡ ☾ μέχρι τῆς ☍, τῆς σωτηρίας 19.541
1
πρόδηλος ὁ τρόπος. χρὴ οὖν ἄτερ πάσης προσαγωγῆς
2
διὰ τῶν ἀφαιρούντων διαιτᾷν.