1 κβʹ.
2 Τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην
3 σημαίνει.
5
Ἐλλιπῶς οὕτως καὶ ἀπροσδιορίστως ῥηθεὶς ὁ περὶ τῶν
6
ἀλγημάτων τῶν πλευρῶν λόγος ἀσάφειαν οὐ τὴν τυχοῦσαν
7
ἐμποιεῖ. ἀλλ’ ἡμεῖς σπουδάζοντες ἐν σαφεῖ διδασκαλίᾳ τὰ
8
πρὸς αὐτοῦ ἀσαφῶς εἰρημένα διδάξαι τῆς ἐξηγήσεως ἐφαψόμεθα.
9
ἀραιὰ ὀδύνη γίνεται ἐν πλευραῖς, ὅταν τι φυσῶδες
10
πνεῦμα γεννᾶται ἐν αὐταῖς. τοῦτ’ οὖν καταλεπτυνθὲν
11
καὶ διαφορηθὲν παύει τὴν ὀδύνην, εἶθ’ ὕστερον πάλιν
12
ἕτερον γεννηθὲν αὔξει ταύτην. ἡ γοῦν οὕτως ἀραιὰ γιγνομένη
13
ὀδύνη παραφροσύνην οὐ σημαίνει. ὅταν δὲ φλεγμαίνῃ
14
ἡ πλευρὰ καὶ ποτὲ μὲν συνεχοῦς αἰσθάνεται τῆς ὀδύνης ὁ
15
κάμνων, ποτὲ δὲ διὰ χρόνου δείκνυσι τὴν γνώμην νοσεῖν,
16
οὐχὶ παντελῶς σημεῖον γοῦν τὸ τοιοῦτο παραφροσύνης.
16.559