1 ρμγʹ.
2 Οἷς ἂν ἀπὸ ῥινῶν ἐπικώφωσις καὶ νωθρείη μικρὰ ἡ ἀπόσταξις,
3 ἔχει τι δύσκολον αἵματος, ἔμετος τούτοις συμφέρει
4 καὶ κοιλίης ταραχή.
6
Οὐκ οἶδα ὅπως ἐκ μικροῦ κακοῦ τῆς ἐκ τῶν ῥινῶν
7
ἀποστάξεως φρονεῖ. τὸ γὰρ ἔχει τι δύσκολον ἐπὶ τῶν μικρῶν
8
εἰώθασι λέγειν οἱ ἄνθρωποι. τὸ δὲ ἔστιν οὐ σμικρὸν
9
κακὸν, εἰ καὶ χωρὶς κωφώσεως καὶ νωθρότητος γένοιτο·
10
σὺν τούτοις δηλωτικοῖς οὖσι τοῦ πεπονθέναι τὸν ἐγκέφαλον,
11
ὀλέθριον ἔσται σημεῖον ἡ ἀπὸ ῥινῶν στάξις. εἰ δ’ ἔμετος
12
ἢ κοιλίας ταραχὴ συμφέροι τούτοις, δυνατὸν οὐκ ἔστιν
13
ἁπλῶς ἀποφήνασθαι χωρὶς διορισμοῦ. διορισμὸς δέ ἐστιν
14
ἐνίοισιν ἐν ἀρχῇ τοῦ νοσήματος εἰ τὴν δύναμιν ἰσχυρὰν ἢ
15
αἵματος ἔχον πλῆθος ἢ φλέγματος ἢ χολῆς ὁποτερασοῦν.
16
εἰ γὰρ ἰσχυρῶς κενοῖ πλῆθος αἵματος ἔχοντες, εὔδηλον ὅτι
17
φλεβοτομίας οὐκ ἐμέτων ἢ γαστρὸς ταραχώδους δέονται. 16.804
1
καὶ τοῦτ’ αὐτὸ κατὰ τοὺς ἐμέτους καὶ τὴν τῆς γαστρὸς
2
ταραχὴν, δῆλόν ἐστιν, ὅπερ εἴρηται πρότερον, τὸν ἰατρὸν
3
ἀξιοῦντα αὐτὸν κινεῖν ἔμετον καὶ τὴν γαστέρα ταράττειν,
4
μὴ περὶ τῶν ὑπὸ τῆς φύσεως γινομένων ἀποφαινόμενον.