12 ρνʹ.
13 Ἑνδεκαταίοισι στάξιες δύσκολοι, ἄλλως τε καὶ ἢν ἐπίσταξις.
15
Τὸ μὲν ἐπίσταξις περιττόν· εἰ γὰρ καὶ τοῖς δʹ καὶ εʹ,
16
ὁμοίως ἄτοπον. ἁπασῶν δ’ οὐσῶν τῶν ἀπὸ ῥινὸς στάξεων
17
χαλεπῶν, ὅταν παχεῖαι καὶ μέλαιναι ἀποστάξεις, ταύτας 16.813
1
ὀλεθριωτάτας εὑρήσεις. εἰ δὲ κατά τινας τῶν ἐπιδημιῶν
2
ἢ κρισίμων ἡμερῶν συμβαίνει τὸ τοιοῦτον, βεβαιώτερον
3
ἔξεστι προδηλῶσαι. ἐπίδηλος δὲ καὶ ἡ ιαʹ τῆς ιδʹ, ὥστε
4
τοῦ λελεγμένου καθόλου θεωρήματος ὑπ’ ἐμοῦ, νῦν ὁ γράψας
5
τὸ βιβλίον ἕν τι τῶν κατὰ μέρος εἶπεν, ἑνδεκάτης
6
μνημονεύσας ἐν αὐτοῖς ἡμέρας. ἐν δὲ τῷ καθόλου περὶ τῶν
7
ἐπιδήλων τε καὶ κρισίμων εἰρηκέναι τοῦτο.