14 πβʹ.
15 Αἷς ἐκ τόκου γε λευκὰ, ἐπιστάντα δ’ ἅμα πυρετῷ, κώφωσις
16 καὶ εἰς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως.
16.670
1
Καὶ τὸ νῦν εἰρημένον, ὥσπερ καὶ τὸ πρὸ τούτου καὶ
2
ἄλλα πολλὰ τῶν ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένων, ὑποπέπτωκε
3
καθολικοῖς θεωρήμασιν. οὐ μόνον γὰρ ἐπὶ λευκῶν
4
τῶν ἐπὶ τῷ τόκῳ κενουμένων, εἰ ἐπίστασις γένηται, μοχθηρόν
5
ἐστιν αἴτιον καὶ σημεῖον, ἀλλὰ καὶ ἐπὶ χολωδῶν
6
καὶ αὐτοῦ τοῦ αἵματος. ἡ γάρ τοι λοχία κάθαρσίς ἐστιν,
7
ἀλλὰ καὶ κατὰ τοὔνομα κάθαρσις τῶν ἀλλοτρίων, ἃ
8
κατὰ τὸν τῆς κυήσεως χρόνον ἠθροίσθη ἐν ταῖς φλεψὶ, δαπανωμένου
9
μὲν εἰς τροφὴν τῷ κυουμένῳ τοῦ κατ’ αὐτὰς
10
χρηστοῦ αἵματος, μένοντος δὲ τοῦ φαυλοτέρου, ὃ καθ’ ἕκαστον
11
μῆνα πρότερον ἐξεκρίνετο διὰ τῆς μήτρας. ὅταν οὖν
12
τοῦτο μὴ κενωθῇ, τεκούσης τῆς γυναικὸς, ἤτοι τὰς μήτρας
13
εἰς φλεγμονὴν ἐξαίρει μεγάλην ἢ πρός τινα τῶν ἀνωτέρω
14
τόπων ἐνεχθὲν οἰκεῖον τῷ δεξαμένῳ, τό τε πάθος ἐπιφέρει
15
καὶ τὸν κίνδυνον, ἐς ὅ τι δὲ διήκει, διὰ τῶν ἐπιφαινομένων
16
συμπτωμάτων εἴσῃ, καθάπερ καὶ νῦν ὅ τε θώραξ καὶ ἡ
17
κεφαλὴ τὸ ἀπὸ τῶν ὑστέρων ἀναφερόμενον ἐδέξατο πονηρὸν
18
αἷμα.
16.671