Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.)
urn:cts:greekLit:tlg0057.tlg088
Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
editio(nes) critica(e): Diels, 1915
translatio Latina: Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, pp. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

1 ρξγʹ.

2 Τὰ σπασμώδη τρόπον παροξυνόμενα κατόχως, τὰ παρ’ οὖς
3 ἀνίστησιν.



5 Ἔργῳ πάρεστί σοι μαθεῖν ὅπως ἐπὶ συνδρομῇ τήρησις
6 οὐδὲν εὑρίσκει. χωρὶς γὰρ τοῦ τὴν φύσιν ἐπισκέψασθαι
7 τοῦ πράγματος, ἐφ’ οὗ τὴν πρόγνωσιν εἰπεῖν θεραπείαν
8 ποιησόμεθα, τὴν δύναμιν οὐκ ἔστι τῶν σημείων ἑκάστου
9 κρῖναι. χωρὶς δὲ τοῦ γνῶναι τῶν πραγμάτων ἑκάστου
10 τὴν δύναμιν, ἀδύνατόν ἐστιν ἐπ’ αὐτοῖς συστήσασθαι καὶ
11 τοῦθ’ ὑμᾶς ἐδίδαξα κατὰ πάσας τὰς τέχνας γινόμενον, οὐ
12 μόνον κατὰ τὴν ἰατρικήν. καὶ διὰ τοῦτο καὶ Ἱπποκράτης
13 ὅσον ὑπερεβάλλετο τῶν πρὸ αὐτοῦ, τῶν ἁπλῶν φαρμάκων
14 ἑκάστου τὴν δύναμιν ἐξευρὼν, ὡς ἐν ἅπασιν αὐτοῦ δέδεικται
15 τοῖς συγγράμμασι. τοῦτο μὲν οὖν ἀεὶ μεμνῆσθαι χρή. πρὸς
16 δὲ τὸν ἐνεστῶτα λόγον ἐπὶ μέρους ὄντα τοσοῦτον πάλιν ἐκ
17 τοῦ καθόλου προσήκει λαβεῖν, ὅσον εἰς τὸν νῦν εἰρημένον
18 ἐστίν. αἱ μὲν γὰρ κατοχαὶ πάθη εἰσὶν, ὡς ἔμαθες, ἐγκεφάλου, 16.828
1 καθάπερ γε καὶ οἱ δι’ ὅλου τοῦ σώματος σπασμοὶ,
2 περὶ ὧν νῦν αὐτὸν εἰπεῖν εἰκός ἐστιν. οὐ γὰρ δὴ περὶ
3 χειρὸς σκέλους τινος ἄλλου μορίου τὴν ἀπόφασιν ποιήσασθαι
4 ἁπλῶς, ἐπί τε τὰ σπασμώδη τρόπον παροξυνόμενα,
5 καίτοι ἦν. τὸν δὲ σπασμὸν ἐπὶ πληρώσεως κακὸν γίνεσθα
6 φησιν Ἱπποκράτης. ἴσμεν δ’ ὅτι τὰ σπασμώδη πάθη
7 καλεῖται, ἐφ’ ὧν ἐξ ἀρχῆς οὐ μετὰ πολύ γε ἀρξάμενα
8 γίνεσθαι, σπασμοὶ διαμένουσιν ὑπὸ πληρώσεως ἔχοντες τὴν
9 γένεσιν, ὥσπερ αὖ πάλιν ὑπὸ κενώσεως οἱ μεθ’ ἱδρῶτας
10 πολλοὺς ἐμέτους διαχωρήσεις αἱμοῤῥαγίας λιμὸν
11 ἀγρυπνίας κινήσεις πολλὰς καὶ σφοδράς. οἱ μὲν γάρ
12 τοι σπασμοὶ κενώσεσιν ἕπονται μᾶλλον, οἱ δ’ εὐθὺς ἐξ ἀρχῆς
13 πληρώσεσι. καὶ τοίνυν καὶ τὰς παρωτίδας εὔλογόν ἐστιν
14 ἐπὶ τοῖς σπασμώδεσί τε καὶ κωματώδεσι χρονίζουσι γίνεσθαι,
15 μέλλοντος τοῦ κάμνοντος.



16.829