Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.)
urn:cts:greekLit:tlg0057.tlg088
Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
editio(nes) critica(e): Diels, 1915
translatio Latina: Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, pp. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

1 λδʹ.

2 Αἱ ἐκ ῥίγεος νωθρότητες οὐ πάνυ παρ’ ἑωϋτοῖσιν.



4 Οὐκ οἶδ’ ὅπως ὃς ἔγραψε τοῦτο τὸ βιβλίον ἐν πολλαῖς
5 ταῖς ῥήσεσιν ἀλλοκότῳ χρῆται τῇ λέξει, μεταβαίνων ἐνίοτε
6 μὲν ἀπὸ τῶν παθῶν ἐπὶ τοὺς πάσχοντας ἀνθρώπους, ἐνίοτε
7 δὲ ἀπὸ τῶν πασχόντων ἐπὶ τὰ πάθη. καὶ νῦν γοῦν προειπὼν,
8 αἱ ἐκ ῥίγεος νωθρότητες, ἐπήνεγκεν, οὐ πάνυ παρ
9 ἑωϋτοῖσιν, καίτοι δυνάμενος εἰπεῖν οἱ ἐκ ῥίγεος νωθροὶ, οὐ
10 πάνυ παρ’ ἑωϋτοῖσιν. δ’ οὖν λέγει τοιοῦτόν ἐστιν· ὅταν
11 ἀκολουθήσει ῥίγει νωθρότης, οὐ πάνυ τὴν διάνοιαν οὗτοι
12 ἀβλαβεῖς γίνονται, δηλοῦται γὰρ ἐκ τοῦ συμβάντος ἐψῦχθαι
13 τὸ σῶμα μεγάλως. ἐμάθομεν δ’ ὅτι ταῖς καθ’ ὅλον τὸ
14 σῶμα δυσκρασίαις ἕπεται πολλάκις τῆς διανοίας βλάβη,
15 παθόντος ὁμοίως τῷ παντὶ σώματι τοῦ ἐγκεφάλου.



16.584