Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.)
urn:cts:greekLit:tlg0057.tlg088
Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
editio(nes) critica(e): Diels, 1915
translatio Latina: Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, pp. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

1 πγʹ.

2 Ἐν πυρετοῖσι καυσώδεσιν ὑποπεριψύχουσι, διαχωρήμασιν,
3 ὑδατοχόλοις, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, σημεῖον κακὸν,
4 ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται.



6 Κατάλογον πάλιν ἐνταῦθα σημείων τε καὶ συμπτωμάτων
7 ἐποιήσατο μοχθηρῶν, ὧν ἕκαστον ἰδίᾳ καθ’ ἑαυτὸ παρ’
8 Ἱπποκράτους μεμαθήκαμεν εἶναι μοχθηρὸν, ἐν μὲν τοῖς
9 πάθεσι τὸν καῦσον πυρετὸν, ἐν δὲ τοῖς διαχωρήμασι τὰ
10 ὑδατόχολα. τῶν δ’ ἐν τοῖς ὀφθαλμοῖς μοχθηρῶν σημείων,
11 ἓν ἦν καὶ ἴλλωσις. περὶ δὲ τῆς κατοχῆς τί δεῖ καὶ λέγειν;
12 εἰ μὲν οὖν ἠθέλησεν ἅπαντα εἰπεῖν τὰ ὀνόματα τῶν
13 μοχθηρῶν σημείων, πάμπολλα πλείω παραλέλοιπεν ὧν εἶπεν.
14 εἰ δ’ ὡς μίαν συνδρομὴν, οὐκ ἔστιν ὁμοιογενῆ τὰ εἰρημένα·
15 καῦσος μὲν γὰρ, πυρετὸς σὺν τῇ περιψύξει, χαλεπώτατον
16 σύμπτωμά ἐστι, τά τε διαχωρούμενα καὶ ὅλως τὰ κατὰ
17 τοὺς ὀφθαλμοὺς, ταῦτα μὲν ἑτερογενῆ, κατοχὴ δὲ αὐτὴ 16.672
1 μὲν γένους ἄλλου συμπτωμάτων ἐστίν· δὲ συστροφὴ τῶν
2 βλεφάρων πάλιν ἑτέρας διαφορᾶς.