Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis Prorrheticum I commentaria (In Hipp. Prorrh. I comm.)
urn:cts:greekLit:tlg0057.tlg088
Εἰς τὸ προρρητικὸν Ἱπποκράτους ὑπομνήματα
Commentaire au Prorrhétique d’Hippocrate
Commentary on Hippocrates’ ‘Prorrhetics’ (Hipp. Prorrh.)
editio(nes) critica(e): Diels, 1915
translatio Latina: Galeni in Hippocratis Praedictionum librum I commentarius, 1829, vol. 16, pp. 489-840. urn:cts:greekLit:tlg0057.tlg088.verbatim-lat1

11 νʹ.

12 Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες κάκισται.



14 Τὰ ὀξέα νοσήματα γίνονται ἐπὶ θερμοτέραις ὕλαις. εἰ
15 οὖν ἐπίσχεσις τῶν οὔρων ἐκ καταψύξεως γένηται τῆς κύστεως,
16 κακόν. δηλοῖ γὰρ ἐκ τῆς τοιαύτης δυσκρασίας ἀτονίαν
17 γενέσθαι τῆς ἀποκριτικῆς ἐν τῇ κύστει δυνάμεως
18 ἀναισθησίαν, διὰ τὸ καταψυχθῆναι τὸ ἐν αὐτῇ νεῦρον καὶ 16.619
1 μὴ αἰσθάνεσθαι τῆς ἀνίας. δὲ κατάψυξις ἐν τῇ κύστει
2 γίνεται τοῦ κατὰ φύσιν ἐν αὐτῇ θερμοῦ ὑπὸ τῆς παρὰ φύσιν
3 θερμασίας διαφορηθέντος. ἴσως δ’ ἄν τις εἴπῃ, διὰ
4 ποίαν αἰτίαν τοῦ πυρετοῦ ἐν ὅλῳ τῷ σώματι ὄντος ἐψύχθη
5 κύστις; λύσις δὲ τούτων ἐστὶν τοῦ μορίου ἐπιτηδειότης,
6 οὐ γὰρ ἅπανθ’ ὡσαύτως τῆς αὐτῆς ἔτυχε φύσεως.