14. Ἔοικε δὲ τὴν ὑγείαν χαρακτηρίζεσθαι τῇ τούτων ἰσότητί τε καὶ 6rσυμμετρότητι. ἐνδεόντων δὲ αὐτῶν ἢ πληθυνόντων παρὰ τὸ δέον,
ἢ ποσότητι, ἢ ποιότητι, ἢ τόπων μεταστάσει, ἢ συμπλοκῇ ἀτάκτῳ,
ἢ σήψει κακωθέντων αἱ νόσοι συμβαίνουσιν, ὥσπερ καὶ λέγεται τοὺς
νόσους συμβαίνειν τῇ τῶν χυμῶν ἀμετρίᾳ. καθὰ καὶ τὴν ὑγείαν ἐπανέρχεσθαι
ἀφαιρέσει καὶ προθέσει, καὶ προσέτι λεπτότητι, καὶ
παχύτητι τῶν χυμῶν, καὶ ἁπλῶς τῇ εὐκρασίᾳ, καὶ συμμετρίᾳ
αὐτῶν, ὡς ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν τῷ ἱπποκράτει ἄριστα λέγεται·
χυμοὺς, τοὺς μὲν ἐξῶσαι, τοὺς δὲ ἐνθεῖναιεὐθεῖναι Kühn. Cf. Epid. VI2,1, Littré t. V, p. 276, Manetti-Roselli p. 20-22 (χυμοὺς, τοὺς μὲν ἐξῶσαι, τοὺς δὲ ἐνθεῖναι. καὶ τῇ μὲν, τῇ δὲ μὴ. Λεπτύναι…). , λεπτύναι, κατακεράσαι.
τῇ μὲν, τῇ δὲ, μὴ κατὰ γάρ τοι τὴν αἰτίαν τῶν παθέων τὴν
ἀκολουθίην τῶν βοηθημάτων πορίζονται. χρὴ γὰρ ἀκριβῶς εἶναι κεκραμένους
ποιότητι, καὶ ἴσους ποσότητι τοὺς χυμοὺς, ἵν᾿ ὑγεία τε διαμένῃ,
καὶ μὴ οὖσα ἐπανελεύσεται· ὅθεν καὶ τῆς ὀνομασίας ἔτυχον
ὄντες χυμοὶ, παρὰ τὸ χεῖσθαι ἅμα λεγόμενοι. δῆλον γὰρ ὡς εἰ τοῦτο
ὑγεία, τὸ μὴ τοιοῦτον, νόσος ἂν εἴη, ὥσπερ καὶ δέδεικται.