5. Οὕτω καὶ χυμοὶ καὶ καιροὶ συνίστανται, καὶ ἀλλήλων διίστανται, καὶ
τὴν καλουμένην φίλεχθρον μίξιν ἀποτελοῦσινἀποτελοῦσιν P3 : ἀποτελεῖ Σ P1 P2.. ἀλλὰ τὰ μὲν στοιχεῖα
τὰ αὐτὰ πάντως εἰσὶ, καὶ ἐπὶ ᾧ αὐτῷτῷ αὐτῶ : τῷ ἑαυτοῦ Σ.ἕκαστον μένει τόπῳ. καὶ 2vτῇ πρὸς ἄλληλα μεταβολῇ τὴν διαμονὴν ἔχει, καὶ τῇ ἀναλόγῳ τροφῇ
προνοητικῷ τινὶ λόγῳ τρεφομένωντρεφομένων P1 P3 : τρεφόμενον Σ P2.. καὶ καιρὸς ὡσαύτως ταῖς πρὸς
νότον καὶ βοῤῥᾶν τοῦ ἡλίου κινήσεσι γίνεταί τετε om. Kühn.καὶ λέγεται. χυμοὶ
δὲ οὐχ ὡσαύτως, οὐδ᾿ οἱ αὐτοὶ πάντῃ εἰσίν, ἀλλὰ διενηνόχασινδιενηνόχασιν : διενήνοχεν Σ P1 P2 P3.ἀλλήλων,
καὶ τόπῳ, καὶ χροίᾳ, καὶ δυνάμει, συστάσει τε καὶ ποιότητι. [Fol. 32v]καὶ μεταβάλλειν
μὲν ἀνάγκη καὶ τοὺς χυμοὺς, ὥσπερ δὴ καὶ τὰ στοιχεῖα μεταβάλλει
πρὸς ἄλληλα· οὐκ ἀεὶ δὲ τὸν αὐτὸν διατηρεῖν τρόπον τῆς μεταβολῆς,
οὐδ᾿ ἐπίσης αὔξειναὔξιν Kühn.αὐτούς. ἀλλ᾿ ἐνίοις μὲν, ἀπὸ τοῦ γεώδους
εἰς τὸν ὑδατώδη τάξει τινὶ, καὶ ἀπ᾿ ἐκείνου εἰς τὸν ἀερώδη, ἀφ᾿ οὗ εἰς τὸν
πυρώδη γίνεται ἡ μεταβολή. ἐνίοις δὲ ἀτάκτως ἀπὸ τοῦ φλέγματος
εἰς ξανθὴν. καὶ ἀπὸ τοῦ αἵματος εἰς τὴν μέλαιναν.