6v15. Ἐπεὶ δὲ ἡ νόσος γένος εἰς διάφορα εἴδη διαιρουμένη, ἀνάγκη
τὰς διαφορὰς ἀπό τινων διαφόρων αἰτίωνδιαφορῶν αἰτιῶν Kühn [sic].προβαίνειν. αἴτια
δὲ χυμοὶ καὶ συμπτώματα. τὰ μὲν τοῖς ἔξωθεν ἐπισυμβαίνουσιν.
οἱ δὲ ταῖς αὐξήσεσι καὶ μειώσεσιν, ἐπί τε ἡλικίαις, καὶ καιροῖς, καὶ
διαίταιςδιαίτης Kühn [sic]., καὶ κράσεσιν ἐξαλλαττόμενοι, ὡς προείρηται. τοῦτο δὲ καὶ
Ἱπποκράτης σημαίνειν ἔοικεν, ἄλλους κατ᾿ ἄλλην ὥραν ἀνθεῖν τε καὶ
δυναστεύειν τοῖς σώμασι χυμούς. καὶ τὰ χρώματα διάφορα εἶναι
λέγων τοῖς ἀνθρώποις, κατὰ τὴν ἐπικράτειαν τῶν ἐν τῇ κράσει δυναστευόντων
χυμῶν, καὶ τὰ νοσήματα κατὰ τὴν τοῦ πλεονάζοντος
χυμοῦ φύσιν πεφυκότα γίγνεσθαι.