3r6. Μαρτυρία δὲ τοῦ λόγου τὸ γεῶδες αἷμα καὶ μελαγχολικὸν, τὸ ἁλικὸντὸ ἁλικὸν: τό τε ἁλυκὸν Σ.
φλέγμα, ἐγγύς που τοῦ τῆς ἰσατώδους τυγχάνον χολῆς, καὶ ῥᾳδίως
εἰς αὐτὴν μεταβαλλόμενον. φαίνεται δὲ καὶ φλεγματώδης χολὴ,
καὶ μυξώδης, καὶ αἷμα τοιοῦτον. καθά πουτοιοῦτον. καθά που Σ P1 P2 P3 : τοιοῦτο, καθάπερ Kühn (et P3 corr. in mg).κᾀπὶ τῶν ὑδαλέων καὶ
καχεκτικῶν, ὥσπερ δῆτα κᾀπὶ τῶν θερμοτέρων καὶ ξηροτέρων ἀμιγὴς
ξανθή. καὶ τούτων αὐτῶν ἀπεπτησάντων, ἡ πρασώδης ἐμουμένη
τε καὶ διαχωρουμένη φαίνεται. τῇ μὲν οὖν τάξει τῶν μεταβολῶν,
καὶ ἡ τάξις πρόεισιπρόεισι : πρόισι Σ.τῆς ἐπικρατήσεως, τοὐναντίον δὲ τοῖς κατ᾿
αὐτὴν μεταβάλλουσιν.