Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De humoribus (De hum.)
urn:cts:greekLit:tlg0530.tlg009
Περὶ χυμῶν
Humours (Hum.)
editio(nes) critica(e):
translatio Latina: De humoribus, 1830, vol. 19, pp. 485-496. urn:cts:greekLit:tlg0530.tlg009.verbatim-lat1
translationes recentiores Schmidt, 1964 (grc;deu); Marra, 1966 (ita); Grant, 2000 (eng)

7v17. ῾Υπαλλάττεται δὲ τὸ τῆς ψυχῆς ἦθος καὶ ἐν ταῖς νόσοις, πρὸς τὸ
εἶδος τοῦ περιττεύοντος χυμοῦ, ὡς ἐπὶ τῶν παρακοπῶν. ὅσαι γὰρ
αὐτῶν εἰσὶν ἀφ᾿ αἵματος, μετ᾿ ᾠδῆς προσπίπτουσί τε καὶ γέλωτος·
ὅσαι δὲ ἀπὸ ξανθῆς, θρασύτεροι καὶ πικρότεροι. Διὰ τοῦτο καὶ
Ἱπποκράτης φησίνCf. AphorismesVI, 53, Littré t. IV, p. 576 (αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι, ἀσφαλέστεραι· αἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι).· αἱ μὲν μετὰ γέλωτος γενόμεναι παραφροσύναι,
ἀσφαλέστεραι· αἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι· σπουδὴν τὴν
θρασύτητα λέγων. ὅσαι δ᾿ αὖ ἀπὸ μελαίνης, σκυθρωπότεραι, καὶ
σιωπηλώτεραισιωπηλώτεραι : σιωπηρώτεραι Σ., καὶ ἀστειότεραι· ὅσαι δ᾿ αὖ ἀπὸ φλέγματος, ληρώδεις
καὶ ἀσταταίνοντεςἀσταταίνουσαι Kühn..