Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


4 Κεφ. ρζʹ.Ἁρμόζει μὲν ἐπὶ βουβῶνος. ἐπιτελεῖται δὲ
5 οὕτως· ἀρχὴ κατὰ λαγόνος, ἀντικειμένη δὲ ἐπινέμησις λοξὴ
6 κατὰ πυγῆς πλησίον τοῦ πεπονθότος βουβῶνος, εἶτ’ ἐπὶ περίναιον
7 κάτωθεν ἄνω καὶ λοξὴ ἐπὶ βουβῶνα, εἶτ’ ἐγκύκλιος
8 κατὰ ἰσχίον καὶ κατὰ λαγόνα κατὰ τῆς προεμβεβλημένης
9 ἀρχῆς, αἱ δ’ ἐπινομαὶ κάτωθεν ἄνω αὐτῶν.