Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


8 Κεφ. πθʹ.Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ μασχαλιστήρ.
9 ἐπιτελεῖται δὲ οὕτως· ἐπικλείσαντες τὸν ἀπὸ δύο ἀρχῶν καταφράκτην,
10 μετὰ πολλὰς ἐγκυκλίους περιβάλλειν ἐπινεμήσεις
11 τῷ θώρακι, ὥστε σκεπάσαι μέχρις ὀμφαλοῦ, τότε τὰς ἀρχὰς
12 πρὸς ἀλλήλας ἁμματίζομεν τὸν λύκον ποιοῦντες βρόχον,
13 ἀπάγοντές τε τὰ λειπόμενα τῶν ἀρχῶν ἐπὶ δεξιὰν καὶ ἀριστερὰν
14 λαγόνα ὑποβύομεν ταῖς ἐγκυκλίοις ἐπινεμήσεσι τὰ
15 πέρατα ἐῶντες κρεμάσθαι ὡσανεὶ τετραδακτυλιαῖα τὸ μῆκος
16 ὄντα, ἵνα αὐτῶν ὄψις ὡσανεὶ θώρακος κροσσοὶ γίνωνται.
17 18a.819