1
Κεφ. Ϟʹ.Ἀρχὴ κατὰ λαγόνος δεξιᾶς. τὸ
2
δὲ ἅμμα λοξῶς ἐπὶ πλευρὰς, στέρνον, ὦμον· εἶθ’ ὑπὸ ὦμον,
3
ἵνα κατ’ αὐτοῦ χίασμα γένηται, εἶτα λοξὴ κατὰ μεταφρένου
4
ἐπὶ λαγόνα κατὰ τῆς προεμβεβλημένης ἀρχῆς, εἶτ’ ἐγκύκλιοι
5
περὶ γαστέρα ἐπὶ λαγόνα ἀριστερὰν, κἀκεῖθεν λοξὴ κατὰ
6
μεταφρένου· ὡς χίασμα κατ’ αὐτοῦ γίγνεσθαι καὶ ἐπ’ ὦμον
7
δεξιὸν, εἶθ’ ὑπὸ μασχάλην καὶ ἐπ’ ὦμον, ἵνα κατ’ αὐτοῦ
8
χίασμα γένηται καὶ λοξὴ κατὰ στέρνου καὶ πλευρὰς ἐπὶ λαγόνα
9
ἀριστερὰν, εἶτ’ ἐγκύκλιος, αἱ δὲ ἐπινομαὶ κατὰ τῶν
10
αὐτῶν εἰς τὸ σκεπάσαι πάντα τὰ δεόμενα τῆς ἐπιδέσεως.