3
Κεφ. ιαʹ.Ἁρμόζει μὲν ἐφ’ ὧν ὅλην κεφαλὴν σκεπάσαι
4
θέλομεν παρασκεπάστρα ἐκλήθη. ὁ δὲ κάτοχός ἐστι
5
ταινία ὑπερμήκης ὑπὲρ τὴν σκεπάστραν κατὰ μῆκος κύκλῳ
6
τῷ προσώπῳ καὶ τῇ κεφαλῇ περιτιθεμένη εἰς τὴν κατάληψιν
7
τῆς σκεπάστρας, ὁ δὲ καθολκεὺς ἐκ ταινίας γίνεται
8
ἐπιμήκους. παραλαμβάνεται δὲ χάριν τοῦ καθελκεῖν τὸν
9
ἐπίδεσμον εἰς τὸ μὴ ἀπολισθαίνειν, ἐπιτελεῖται δ’ οὕτω.
10
ῥάκος λαμβανέσθω πλάτει μὲν τηλικοῦτον, ὥστε σκέπειν
11
ὅλην τὴν κεφαλὴν, μήκει δὲ ὡς πλεῖστον ἢ διπλοῦν δύνασθαι
12
τοῦτο ποιῆσαι. τούτου ἡ μὲν ἑτέρα ἀρχὴ κατ’ ἰνίου
13
τασσέσθω, ἡ δὲ ἑτέρα κατὰ προσώπου παρείσθω, στενοῦ τε
14
δὲ τελαμῶνος ἡ μεσότης ὑπὸ τὸ γένειον τασσέσθω, αἱ δὲ
15
ἀρχαὶ κατὰ παρειῶν καὶ κατὰ βρέγματος ἀγέσθωσαν ὅπου
16
κεχιέσθαι ἐπὶ γόνει ἐπαγέσθωσαν. ἑτέρου δὲ στενοῦ τελαμῶνος
17
ἡ μεσότης κατὰ μετώπου, αἱ δὲ ἀρχαὶ κυκλοτερῶς 18a.786
1
ἐπὶ ἰνίον, ἐνταῦθά τε πρὸς ἑαυτὰς καὶ πρὸς τὰς τοῦ καθολκέως
2
ἀρχὰς ἁμματιζέσθωσαν. τὸ δὲ κατὰ προσώπου
3
παρειμένον εἰς δύο σκέλη ἐπ’ εὐθείας διαιρείσθω μέχρι μεσοφρύου
4
καὶ ἰσχιασθέντα κατὰ μετώπου κυκλοτερῶς ἐπὶ
5
ἰνίον ἀπαγέσθω κἀκεῖ ἁμματιζέσθω. δυνατὸν δὲ καὶ τὸν
6
κατοχὸν καὶ τὸν κάθολκον ἐξ ἑνὸς ποιῆσαι ταινιδίου ἐπιμηκεστέρου
7
τὸν τρόπον τοῦτον. μεσότης κατὰ βρέγματος, αἱ δ’
8
ἀρχαὶ ἐπ’ εὐθείας κατὰ παρειῶν ὑπὸ γένειον· εἶτα ὑπὸ λοβοὺς
9
ὤτων ἐπὶ ἰνίον. κἀκεῖ χιαζέσθωσαν ἀπὸ ἰνίου ἐπὶ
10
μέτωπον, τὸ δὲ ἅμμα ἐκ πλαγίων τῆς κεφαλῆς. ἁπλοῖ ἐπίδεσμοι.