Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


11 Κεφ. ιεʹ.Ἁρμόζει μὲν ἐφ’ ὧν κορυφὴν καὶ βρέγμα
12 συνεπιδῆσαι θέλομεν. συντελεῖται δ’ οὕτω· τάξαντες κατ’
13 ἰνίου ἄγομεν τὸ σπείραμα εὐθυτενεῖ κατὰ κορυφῆς ἐπὶ τὸ
14 μέτωπον, ἐνταῦθά τε παριστάντες τῷ λιχανῷ τῆς ἀριστερᾶς
15 χειρὸς ἡμῶν δακτύλῳ. ἀπάγομεν πάλιν ἐπὶ ἰνίον τῷ πρώτῳ
16 παράλληλον ἀπὸ ἰνίου τε τρίτῳ ἐπὶ μέτωπον ἄγομεν παράλληλον.
17 ὅτε καὶ παρειλήσαντες τὴν ταινίαν τὴν ὑπὸ δακτύλου
18 διακρατουμένην μετωπιαίαν συντελοῦμεν.

18a.789