Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


1 Κεφ. νβʹ.Τῆς ἑτέρας ἐπ’ εὐθείας τῇ ῥινὶ ἐπικειμένης
2 τὸ μὲν ἥμισυ κατὰ τοῦ προκειμένου μετώπου παρειμένον
3 ἐῶμεν. τὸ δὲ ἥμισυ κατὰ τοῦ προσώπου παρειμένον
4 ἐπ’ εὐθείας κατὰ κορυφὴν ἐπὶ ἰνίον ἀπάγομεν. τῆς δ’ ἑτέρας
5 τὴν μεσότητα ὑπὸ σφαιρίῳ τάξαντες τὰς ἀρχὰς ὑπὸ
6 λοβοὺς ὤτων καὶ ἐπὶ ἰνίον ἄγομεν. χιάσαντες κατ’ ἰνίου
7 οὕτω τὴν κατὰ τοῦ προσώπου παρειμένην ἀνακλάσαντες κατὰ
8 τῆς προεμβεβλημένης ἐπὶ κορυφὴν καὶ ἰνίον εὐθείας ἀπάγομεν.
9 διὰ δὲ τῶν κεχιασμένων κατ’ ἰνίου καταλαμβανόμενοι
10 τὰς ἀρχὰς μετώπιον συντελοῦμεν.