Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


6 Κεφ. Ϟθʹ.Ἀρχὴ κατὰ λαγόνα. δὲ ἐπινομὴ λοξῶς
7 κατὰ κλειδὸς ἐπ’ ὠμοπλάτην, εἶθ’ ὑπὸ μασχάλην καὶ ἐπὶ
8 κλεῖδα, ἵνα χίασμα ὑπὲρ τὸ ἀκρώμιον γένηται· εἶτ’ ἐγκάρσιος
9 ἐπ’ αὐχένα καὶ ἐπ’ ἀντικειμένην κλεῖδα ὑπὸ μασχάλην
10 καὶ ἐπὶ  κλεῖδα, ἵνα χίασμα καὶ ἐνταῦθα γένηται καὶ
11 λοξὴ παρὰ μαστὸν ἐπὶ λαγόνα ἀντικείμενον, ὥστε καὶ κατὰ
12 στέρνου χίασμα γίγνεσθαι, εἶτ’ ἐγκύκλιοι περὶ λαγόνας· εἶτα
13 περὶ μετάφρενον λοξὴ καὶ ἐπὶ ἀκρώμιον, μασχάλην, εἶτ’ ἐπ’
14 ἀκρώμιον· εἶτ’ ἐγκάρσιος ἐκ τῶν ἔμπροσθεν κατὰ τὴν ἐμβολὴν
15 τῶν κλειδῶν καὶ ἐπ’ ἀκρώμιον καὶ λοξὴ κατὰ μεταφρένου
16 ἐπὶ λαγόνα· εἶτ’ ἐγκύκλιος ἐπιπλέκεται αὐτῇ, ἤτοι
17 διπλῇ γερανὶς χιαστὸς τραχηλιστὴρ διπλοῦς λεγόμενος. 

18a.823