Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


16 Κεφ. κʹ.Εὐθετεῖ μὲν ἐφ’ ὧν βρέγμα καὶ τὰ παρακείμενα
17 τούτῳ συνεπιδῆσαι θέλομεν, ἐπιτελεῖται δὲ οὕτως·
18 ἐπὶ τῷ καλουμένῳ ἡμιῤῥόμβῳ γεγονότι χωρὶς τῆς μετωπιαίας 18a.792
1 ἀπὸ τοῦ ἰνίου ἄγομεν τὴν ἐπινομὴν παρὰ κορυφὴν λοξῶς
2 ἐπὶ μέτωπον. κλάσαντες τὴν ταινίαν κατὰ τοῦ μετώπου
3 μηνοειδῶς, ὥστε τὸ μὲν σιμὸν αὐτῆς νεύειν ἄνω, τὸ δὲ
4 κυρτὸν ἐπὶ μεσόφρυον βλέπειν ἐπὶ τὰ ἀντικείμενα τῆς κορυφῆς
5 καὶ ἐπὶ ἰνίον ἄγομεν καὶ οὕτω τὴν μετωπιαίαν προσδίδομεν.
6 αὕτη ἐπίδεσις μετὰ τῆς εὐχρηστίας ἧς παρέχει
7 λαγωός ἐστί πως εὐπρεπεστέρα.