Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


6 Κεφ. ηʹ.Διαιροῦμεν τὸ ῥάκος εἰς σκέλη τέσσαρα τὸ
7 μέσον συνεχὲς ἐῶντες, καὶ ἐπιβάλλομεν τῷ μετώπῳ, τὰς
8 ἀρχὰς δὲ τὰς ἐμπροσθίους ἀπάγομεν ἐπὶ ἰνίον κατὰ τῶν
9 ὀπισθίων ἀρχῶν κατὰ τῶν παρειμένων κἀκεῖ ἁμματίζομεν,
10 ἐπὶ τὰς ἑτέρας δύο ἀρχὰς ἀνακλάσαντες ἄγομεν ἐπὶ κορυφὴν,
11 ὑπ’ αὐτὴν δὲ ἁμματίζομεν. δυνατὸν δὲ τὰς ἐπὶ κορυφῆς
12 ἀγομένας ὑπὸ τὸ γένειον ἀγαγόντας ἁμματίζειν, τούτῳ
13 καὶ ἐπὶ ἰνίῳ χρώμεθα τὰς ἀρχὰς ἐκ πλαγίων τῆς κεφαλῆς
14 ἁμματίζοντες.