Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


15 Κεφ. μθʹ.Σχίζομεν τὸ ῥάκος σκέλη τέσσαρα τὸ μέσον
16 συνεχὲς ἐῶντες καὶ ὑπὸ τὸ σφαίριον τάξαντες τὰς
17 ὑπερκειμένας κάτω παρίεμεν, τὰς δὲ ὑποκειμένας πρώτην
18 ἄγομεν  ἐπὶ τὰ μῆλα καὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα, 18a.802
1 καὶ χιάσαντες συνέχειν ὑπηρέτῃ κελεύομεν. τὰς δ’
2 ἄλλας δύο ἀρχὰς ὑπὸ λοβοὺς ἐπὶ ἰνίον χιάσαντες ἐγκυκλίους
3 ἐπὶ μέτωπον καὶ ἐπὶ μέρος τῆς κεφαλῆς ἀναλαμβανόμενοι
4 καὶ τὰς διακρατουμένας ἐπὶ ἰνίον ἄγοντες καταλαμβάνομεν.