Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


1 Κεφ. λεʹ.Αὕτη ἁρμόζει ἐπὶ τῶν κατὰ πολλὰ μέρη
2 τῆς κεφαλῆς καὶ τῶν παρειῶν ἐχόντων τραῦμα. τῇ λοξῇ
3 διμερεῖ φορβέαν συνεπίδησον καὶ μετὰ ταῦτα καὶ Γλαυκίου
4 σκάφιον, εἶτα οὕτω τὰς διμερεῖς φορβέας. ἔνιοι θεατρικώτερον
5 βουλόμενοι κέφαλον ἑτοιμάσαντες ἐπιῤῥάπτουσιν.
6 αὐτὴ γίνεται ἄλλως καὶ ἄνευ τῆς λοξῆς φορβέας καὶ τῶν
7 γενειάδων.