3
Κεφ. ριʹ. Τῆς βραχυτέρας ἀρχῆς ὡς ἂν ἢ δύο ἢ
4
τρεῖς τόποι παρίενται κατὰ βουβῶνος. τὸ δὲ εἴλημα ἄγεται
5
κατὰ λαγόνος ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον, εἶτ’ ἐπὶ κοτύλην
6
λοξῶς καὶ βουβῶνα κάτωθεν ἄνω καὶ ἐπὶ λαγόνα καὶ
7
ἰσχίον καὶ ἀντικειμένην λαγόνα καὶ ἐπιγάστριον, ὅτε ἡ παρειμένη
8
ἀρχὴ ἀνακλᾶται ἐπὶ βουβῶνα, ἵνα κατ’ αὐτοῦ πτύγμα
9
γένηται ἢ καταλαμβάνηται τῷ εἰλήματι· εἶτ’ ἐπιτελεῖται
10
πάλιν βουβῶνι, εἶτ’ ἐπὶ ἰσχίον καὶ ἐπιγάστριον καὶ πάλιν ἡ
11
πρώτη ἀρχὴ πτύσσεται ἄνωθεν κάτω καὶ τῷ εἰλήματι καταλαμβάνεται
12
καὶ οὕτως ἐπιδεῖται ἄχρις ἂν συντελεσθῇ ἀεὶ
13
τοῦ μὲν πτυσσομένου, τοῦ δὲ ἐπειλουμένου, τὸ δὲ πέρας
14
ἀγκτηρίζεται.