Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


15 Κεφ. λζʹ.Τὸ ἡμιῤῥόμβιον προσλαβὸν τὰ καλούμενα
16 ὦτα οὕτως ὀνομάζεται. ἐπιδεῖται δ’ ἤτοι εὐπρεπείας χάριν
17 ἐν μονομαχίαις χάριν τοῦ κράτημα γίγνεσθαι τῆς κεφαλῆς
18 ἐπὶ προσώπου τινὸς συμπτώματος μεθοδευομένου· ἀλλ’  18a.798
1 εἰ μὲν εὐπρεπείας ἕνεκα ἐπιδέοιτο βραχέα εἶναι δεῖ ταῦτα
2 καὶ ἐν μέσῳ τῷ μετώπῳ τετάχθαι. οὕτω γὰρ ἂν τὴν ἐμφέρειαν
3 πρὸς τὸ ζῶον ἀποσώζοι· εἰ δὲ κρατήματος μεγάλα,
4 ἵνα τις λαβόμενος τῶν δακτύλων ἀγκύλων κρατεῖν δύναται
5 καὶ ἐν μέσῳ.