Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


8 Κεφ. νεʹ.Σύμμετρον μέρος ἐπὶ τοῦ ἐπιδέσμου κατὰ
9 τοῦ προσώπου ἐάσαντες κρεμάσαι τοσοῦτον ὅσον ἱκανὸν ἔσται
10 ἐπὶ ἰνίον ἐθέλειν· εἶτα ἄγομεν τὸ σπείραμα ἐπ’ εὐθείας
11 κατὰ ῥινὸς, μεσοφρύου, βρέγματος, κορυφῆς ἐπὶ ἰνίον, ἀπὸ
12 ἰνίου κλάσαντες ἐπὶ λοβὸν ὠτὸς ἀντικείμενον· ἐπὶ ἰνίον διακρατοῦντες
13 τὸ σπείραμα τὴν κατὰ τοῦ προσώπου παρειμένην
14 ἀρχὴν ἀνακλάσαντες, ἐπ’ εὐθείας ἄγομεν κατὰ τῆς
15 πρώτης κορυφῆς καὶ ἰνίου, καταλαμβανόμενοί τε ἄγομεν τὸ
16 σπείραμα κυκλοτερῶς ἐπὶ μέτωπον· εἶτα ἐπ’ ἰνίον καὶ παρὰ
17 μέρος τῆς κεφαλῆς τὸ σπείραμα καταλαμβανόμεθα.