3
Κεφ. ξζʹ.Ἑνὸς ἡ μεσότης κατὰ βρέγματος. αἱ δ’
4
ἀρχαὶ κατὰ παρειῶν ὑπὸ γένειον, ἀπὸ γενείου κατὰ παρειῶν
5
ταῖς πρώταις παράλληλοι ἐπὶ βρέγμα, κἀκεῖ ἁμματιζέσθω.
6
εἰ δὲ τοὺς ὀφθαλμοὺς ἐθέλομεν ἐπιδῆσαι μὴ περὶ τὰς πρώτας,
7
κατὰ δὲ τῶν ὀφθαλμῶν ἀγέσθωσαν, εἶτ’ ἐπὶ βρέγμα
8
καὶ χιασθεῖσαι ἐπὶ ἰνίον ἀγέσθωσαν. δευτέρου δὲ τελαμῶνος
9
ἡ μεσότης κατὰ τοῦ βρέγματος, αἱ δ’ ἀρχαὶ παρὰ τοὺς
10
ἔξω κανθοὺς ἐπὶ γένειον κἀκεῖ ἁμματιζέσθωσαν. τρίτου δὲ
11
ἡ μεσότης κατὰ τοῦ ὑψώματος τῆς ῥινός. αἱ δ’ ἀρχαὶ ὑπὸ
12
λοβοὺς ἐπὶ ἰνίον καὶ χιασθεῖσαι ἐγκύκλιοι ἐπὶ μέτωπον, τὸ
13
δὲ ἄμμα παρὰ μέρος τῆς κεφαλῆς.