Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.


1 Κεφ. ιδʹ.Ἁρμόζει μὲν καὶ ἐφ’ ὧν θόλος. συντελεῖται
2 δὲ οὕτως· τοῦ τελαμῶνος ἀρχὴ τάσσεται ὑπὸ ἰνίον,
3 εἶτα ἄγεται τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ βρέγμα
4 λοξὴ καὶ ἐπὶ ἰνίον. ἀπὸ ἰνίου λοξὴ ἐπὶ βρέγμα ἀντικειμένη
5 τῇ πρώτῃ, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς, εἶτ’ ἐπ’ ἰνίον ἐκεῖθέν τε
6 μετωπιαία συντελεῖται· ὥστε τὸ μέσον ἡμιῤῥομβιαῖον εἶναι.
7 τὸ δὲ πέρας καὶ ἐν ταύτῃ καὶ ἐν ἁπάσαις ταῖς ἐπιδέσεσι
8 κατὰ τὰ πλάγια τῆς κεφαλῆς ἀγκτῆρσι συνέχεσθαι ὀφείλει.
9 ἔνεστι δὲ ἀπὸ τῆς πρώτης τὰς ἐπινεμήσεις μὴ κάτωθεν ἄνω,
10 ἄλλα τοὐναντίον ποιεῖσθαι ἄνπερ ἁρμόζει.