Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

4 ιηʹ.

5  Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε,
6 ῥᾴων ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον εἴη,
7 καίπερ παχύτερον ἐὸν, ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον
8 γίνεται ἀντὶ θεμελίου, ἅμα δ’ ὅτι εὐκρυπτότερον
9 γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ. παχείη γὰρ
10 τῆς σαρκὸς ἐπίφυσις ἐπὶ τὸ ἄνω. τὸ δὲ κάτω ὀστέον
11 ἄσαρκον καὶ οὐκ εὐξυγκρυπτὸν καὶ κατατάσιος ἰσχυροτέρης
12 δεῖται.



14 Ὅτι δύο εἰσὶν ὀστᾶ τοῦ πήχεος ἐδήλωσεν εἰπὼν ὦν μὴ
15 ἀμφότερα· οὔτε γὰρ ἐφ’ ἑνὸς οὔτε ἐπὶ τριῶν καὶ πλειόνων
16 εἰώθασι λέγειν οἱ Ἕλληνες τὴν ἀμφότερα φωνήν. τῶν
17 δὲ δύο τούτων ὀστῶν τὸ μὲν ὑποτεταγμένον ἰδίως ὀνομάζεται
18 πῆχυς, δὴ καὶ μακρότερόν ἐστι, τὸ δὲ ἐπικείμενον  18b.363
1 κερκίς. σαφὴς δ’ οὐχ οὗτος μόνος λόγος, ἀλλὰ καὶ οἱ
2 ἄλλοι πάντες, ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν ἐν τούτῳ τῷ βιβλίῳ
3 καὶ μόνα δεῖσθαι σαφηνείας λέγω νῦν ἐξηγοῦμαι,
4 ὥστ’ παρὰ ταῦτά σοι δόξειεν ἀσαφὲς εἶναι, σκέψαι δὴ μὴ
5 τὸ ἀντίγραφον ἥμαρται. κατωρθωμένου δὲ αὐτοῦ καὶ ἅπαξ
6 ἀναγνούς τι μὴ νοήσῃς, ἀλλὰ δεύτερόν γε καὶ τρίτον ἐπαναλαμβάνων
7 αὐτὸ πάντως μαθήσῃ τὸ λεγόμενον.