Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

8 λστʹ.

9 Ὁκόσοι μέντοι δικαιέουσιν εἰρίοισιν χρῆσθαι, ἔστ’ ἂν ἑπτὰ
10 ἡμέρας παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν
11 καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως
12 φανεῖεν· καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρελήλυθεν
13 καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας
14 τὰς ἡμέρας ἂν εἴη. πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη
15 μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος. κεῖνος
16 μὲν γὰρ τρόπος ἑβδομαίους ἐόντας ἀποδείκνυσι καὶ
17 παρασκευάζει νάρθηξιν τελέως ἐπιδεῖν, οὗτος δὲ τρόπος
18 πολὺ ὑστεροῖ.


18b.589


1  Τοὺς περὶ τρίτην τετάρτην ἡμέραν ἀρχομένους
2 τῆς περικαταγματικῆς ἀγωγῆς ἐν τῷ πρόσθεν λόγῳ
3 μεμψάμενος ἐπὶ τοὺς μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπ’ αὐτὴν
4 ἀφικνουμένους ἥκει σὺν τῷ λόγῳ μικρότερα δεικνὺς, ἁμαρτάνειν
5 αὐτοὺς, ὡς ἂν ἀφλεγμαντωτέροις τοῖς μέρεσιν προσάγοντας
6 τὴν ἀντίτασιν. οἱ δέ γε περὶ τρίτην τετάρτην
7 τοῦτο πράττοντες, ἢν καὶ μάλιστα φλεγμαίνῃ, δεῖται παρηγορίας,
8 οὐ μικρὸν ἁμάρτημα δείκνυσιν ἁμαρτάνειν αὐτούς.