Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

9 κδʹ.

10 Ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα.



12 Τὴν συμμετρίαν τῆς ἐπιβολῆς τῶν δεσμῶν ἐν τούτῳ
13 τῷ λόγῳ διδάσκει. χρὴ γὰρ ἐρηρεῖσθαι μὲν αὐτοὺς εἰς
14 τοσοῦτον, ὡς φυλάττειν ἀκίνητον τὰ κεχωρισμένα πέρατα
15 τῶν ὀστῶν, οὐ μὴν οὕτως γε πεπιέχθαι σφοδρῶς, ὡς ὀδύνην
16 παρέχειν τῷ κάμνοντι. πᾶσα γὰρ ὀδύνη χρονίζουσα
17 καὶ μάλιστα ἐκθλίψεως αἰτία φλεγμονῆς γίγνεται. σκοποὶ
18 μὲν οὗτοι τῆς τῶν ἐπιδέσμων πιέσεως, ἀκριβῶς δ’ αὐτῶν 18b.372
1 στοχάζεσθαι κατ’ ἀρχὰς μὲν οὐχ οἷόν τε, πολλάκις δ’ ἐπιδήσας
2 δυνατόν. προσέχων γὰρ τὸν νοῦν ἀκριβῶς τῷ ποσῷ
3 τῆς τάσεως ἣν ἐποιήσω περιβάλλων τὸν ἐπίδεσμον εἶτ’ ἐρωτήσας
4 τὸν ἐπιδούμενον, ὁποίας αἰσθάνεται τῆς περιβολῆς
5 τῶν ὀθονίων, ἐκ δευτέρου περιβάλλων ἴσως προτέρῳ, ἐκλῦσαι
6 δεῖ τὴν τάσιν ἐπαυξῆσαι· θλίβεσθαι μὲν γὰρ εἰπόντος
7 πρόδηλον ὡς ἐκλῦσαι προσῆκεν. οὕτω δὲ εἶναι χαλαρὸν
8 εἰπόντος, ὡς μηδ’ ὅτι περίκειται γινώσκειν ἐπαυξῆσαι. καὶ
9 μέντοι καὶ πρὶν ἐπ’ αὐτοῦ τοῦ τὸ κάταγμα σχόντος ἄρχεσθαι
10 τῆς ἐπιδέσεως, ἔνεστί σοι προγυμνάσασθαι, παιδάριον
11 ὑγιὲς ἐπιδέσαντι πολλάκις· ἀλλὰ τῷ πυνθάνεσθαι τὰς ἀρτίως
12 εἰρημένας πεύσεις. ἑτοιμότερος γὰρ οὕτως ἔσῃ πρὸς
13 τὰς ἐν τοῖς κατάγμασι ἐπιδέσεις, ἔτι κἀκεῖνο προσεννοῶν, ὅτι
14 τῶν σωμάτων ὅσα μὲν ἰσχυρὰ καὶ σκληρότερα βιαιοτέρας
15 ἀνέχεται τῆς πιέσεως, ὅσα δ’ ἀσθενῆ καὶ μαλακὰ τῆς ἀνειμένης
16 ταῦτα χρῄζει.



18b.373