Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

14 κγʹ.

15 Ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ
16 κάτηγμα.


18b.370


1 Τὸ τὴν ἀρχὴν βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι κατὰ
2 τὸ κάταγμα διττῶς γίγνεται, ποτὲ μὲν κατὰ τὸ μῆκος τοῦ
3 κώλου νοούντων ἡμῶν αὐτὸ, ποτὲ δὲ καὶ κατὰ τὸ πλάτος.
4 ὅροι δὲ τοῦ κατὰ τὸ μῆκος βαλλομένην τὴν ἀρχὴν τοῦ ἐπιδέσμου
5 τὸ τὴν πρώην αὐτοῦ περιβολὴν ἐν κύκλῳ γιγνομένην
6 ὅλον σκεπάσαι τὸ κάταγμα. εἰ δ’ ἤτοι τοσοῦτον ἀνωτέρω
7 περιβάλλοις, ὡς μηδ’ ὅλως ψαῦσαι τοῦ συντριβέντος
8 κατωτέρω πάλιν αὖ τοσοῦτον, ὡς μηδ’ ὅλως ἅψασθαι,
9 τοῦτ’ ἂν ἀληθῶς εἴποι τις μὴ κατὰ τὸ κάταγμα τὴν ἀρχὴν
10 τοῦ ἐπιδέσμου. οὕτως μοι νόει κατὰ τὸ κάταγμα
11  βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι τὴν ἀρχὴν τῶν ὀθονίων,
12 κατὰ τὸ πλάτος δὲ, ἐπεὶ δ’ ἄν αὐτὴν πρώτην ἐπίδεσιν ἐπίδεσμος
13 ἤτοι γε τῇ τοῦ κατάγματος ἐξωτέρω ποιήσεται.
14 ἐνταῦθα μὲν οὖν Ἱπποκράτης ὡς πρὸς τὸ μῆκος τοῦ
15 κώλου βλέπων ἀπεφήνατο τὴν ἀρχὴν βάλλεσθαι κατὰ τὸ
16 κάταγμα, τουτέστι μήτε ταπεινοτέραν μήθ’ ὑψηλοτέραν
17 αὐτοῦ. δηλοῖ δὲ ἐξ ὧν ἐπιφέρων εἶπεν· ἐπὴν δὲ περιβάλλῃ 18b.371
1 κατ’ αὐτὸ δὶς τρὶς, ἐπὶ τὸ ἄνω δεδέσθω ἐπιδών. ἐν δὲ
2 τῷ κατ’ ἰητρεῖον, ἔνθα φησὶ τὴν ἀρχὴν βάλλεσθαι μὴ κατὰ
3 τὸ ἕλκος, ἀλλ’ ἔνθα καὶ ἔνθα. πρὸς τὸ τοῦ κώλου πλάτος
4 ἀναφέρων εἶπεν, ὡς δηλοῖ πάλιν κἀνταῦθα τὸ ἔνθα ἔνθα.
5 ταύταις γὰρ ταῖς φωναῖς οἱ Ἕλληνες χρῶνται εἰς πλάτος
6 δηλοῦντες. ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων λέξις οὕτως
7 ἔχει· ἀρχὴν βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλὰ ἐπὶ τὸ ἅμμα.