Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

14 λβʹ.

15 Οὐδὲ γὰρ ἐμποδὼν εἴ τις ἐθέλοι τὰς δύο τῶν ῥάβδων τὰς
16 ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας ζεῦξαι καὶ ἤν τις κούφως
17 βούλοιτο ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶναι.
18 εἰ μὲν οὖν αἵ τε σφαῖραι προσηνέες καὶ καλαὶ καὶ 18b.583
1 μαλθακαὶ καὶ κεναὶ ῥαφεῖεν καὶ ἔντασις τῶν ῥάβδων
2 χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται, εὔχρηστον τὸ
3 μηχάνημα. εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι ἂν
4 μᾶλλον ὠφελέοι· χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς
5 καλῶς μηχανᾶσθαι μὴ μηχανᾶσθαι· αἰσχρὸν γὰρ καὶ
6 ἄτεχνον μηχανοποιέοντα ἀμηχανοποιέεσθαι.



8 Τέσσαρες ἦσαν αἱ ῥάβδοι, δύο καθ’ ἑκάτερον μέρος
9 τῆς κνήμης, ἄνω μὲν ὑψηλοτέρα, ταπεινοτέρα δὲ ἑτέρα.
10 τὰς μὲν οὖν ὑψηλοτέρας δύο δυνατὸν εἶναί φησιν ἀλλήλαις
11 συνδῆσαι χάριν τοῦ μένειν εὐθείας καὶ μὴ κατὰ τὴν βιαίαν
12 κάμψιν, ἣν ἐκάμφθησαν ἀντιθέμεναι πρὸς τὰ πλησίον μέρη.