Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

1 νʹ.

2 Ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ,
3 οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέτην
4 καὶ πᾶσαν ἐπίδεσιν οἷά τε διαφθείρειν ἐστὶ μὴ ὀρθῶς
5 ποιεύμενα.



7 Ἁπλοῦν τὸν τρόπον ὀνομάζει κατάγματός τε καὶ ἐξαρθρήματος,
8 ἐφ’ οὗ μήθ’ ἕλκος ἐγένετο μήτ’ ὀστοῦν ἐγυμνώθη
9 μήτ’ αὐτὸ τὸ κατεαγὸς ὀστοῦν πολυειδῶς συνετρίβη,
10 ὅνπερ δὴ τρόπον κατάγματος οἱ νεώτεροι προσαγορεύουσιν
11 ἀλφιτηδὸν, ὥσθ’ ἕκαστον μὲν, ὡς εἶπον, οὐχ ἁπλοῦν εἶναι,
12 μόνον δ’ ἁπλοῦν ἐκεῖνο ἐφ’ οὗ μηδὲν ἄλλο προσεγένετο τῷ
13 κατάγματι σύμπτωμα, οὕτως δ’ ὅτι χρῆται τῷ ὀνόματι
14 σαφῶς ἐνδείκνυται κατ’ αὐτὸ τοῦτο βιβλίον, οὐ μετὰ ταῦτα
15 πάνυ πολλὰ γράφων ἰδίως. εἰ δ’ ἂν τὰ ὀστέα κατέαγεν
16 ἁπλῷ τρόπῳ τοῦ κατάγματος τὸ ἁμάρτημα γίγνεται μικρὸν
17 μὲν τῇ φαντασίᾳ, τῷ γε μὴν πάντ’ ἀκριβῶς ἀθροῦντι μέγιστον
18 δὴ τῇ δυνάμει. διαφθείρεται γοῦν ἔμπροσθεν ἐπιμέλεια 18b.409
1 πᾶσα παροφθέντος αὐτοῦ, καὶ τοῦτό τί ποτ’ ἐστὶν
2 ἐφεξῆς σε διδάξει. γράφεται δὲ καὶ ἑτέρως αὐτὴ λέξις
3 ὡδί πως, καίτοι πᾶσα μελέτη καὶ πᾶσα ἐπίδεσις οἵα τε
4 διαφθείρεσθαί ἐστι μὴ ὀρθῶς ποιευμένη, ἵνα τὴν ἐπιμέλειαν
5 αὐτὴν, ὅταν κατά τι πλημμεληθῇ, φαίνηται μεμφομένη
6 ὡς ἱκανὴν διαφθεῖραι τὰ περὶ τὸ πεπονθὸς μέρος ὀρθῶς
7 κεχρισμένα.