Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

7 μʹ.

8  Ταῦτα δ’ ὀχλώδεα μὲν ἧσσον τὰ ἐν τῷ καρπῷ
9 τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι. ἴησις
10 δὲ παραπλησίη οἵηπερ ἐκείνῳ, τήν τε γὰρ ἐμβολὴν χρὴ
11 ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ
12 δεῖται τῆς κατατάσιος, ὅσῳ ἰσχυρότερον τὸ σῶμα ταύτῃ.
13 ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, μὲν ἔνθεν,
14 δ’ ἔνθεν τείνοντες. ἢν δὲ μὴ ἰσχύουσι, ἰσχυροτέρην
15 ῥηίδιόν ἐστι ποιέειν τὴν κατάτασιν.



17 Οὐ μόνον τῶν ἐν τῷ καρπῷ τῆς χειρὸς ἧσσόν ἐστιν
18 ὀχλώδη, ἀλλὰ καὶ τῶν ἐν τῷ ποδὶ πολὺ μᾶλλον. ἐπεὶ δὲ 18b.478
1 κοινὴν τὴν διδασκαλίαν ἐποιήσατο τὴν κατὰ τὸν πόδα καὶ
2 ἄκραν τὴν χεῖρα, διὰ τοῦτο ἤρκεσεν αὐτῷ μνημονεῦσαι τοῦ
3 ἑτέρου τῶν μορίων, πρῶτόν ἐστι τῆς κνήμης καὶ τοῦ ποδὸς
4 κατ’ εὐθεῖαν. ὅσον γὰρ ἀπολείπεται τῶν κατὰ τὸν πόδα
5 καὶ μάλιστα τῶν κατὰ τὴν πτέρναν ἐστὶν ὀχλωδεστέρα μικρὸν
6 ἔμπροσθεν αὐτὸς εἶπεν.