Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

1 ιζʹ.

2 Κοινωνέει δὲ φλεψὶ καὶ νεύροις ἐπικαίροισιν, τένων δὲ
3 ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. τούτους χρὴ
4 ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν. ὕδατι
5 δὲ θερμῷ πλείστῳ τουτέοισιν χρῆσθαι καὶ ὀθονίοισι
6 πλείοσιν· ἐπὶ τουτέοισι δεῖ καὶ ἄλλως ὡς βελτίστων καὶ
7 προσηνεστάτων.



9 Τῷ τῆς πτέρνης, φησὶν, ὀστέῳ κοινωνεῖ μὲν νεῦρα
10 μεγάλα, τοῦτο γὰρ αὐτὸ νῦν δηλοῖ τὸ ἐπίκαιρα· καθάπερ
11 δὲ καὶ φλέβες οὐ μικραί. συμπέφυκε δὲ ὀπίσθιος τένων
12 ἐκ τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν γενόμενος. εἴρηται
13 δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι
14 καὶ τῇ τῶν μυῶν ἀνατομῇ· καὶ χρὴ ταῦτά γε ἀκριβῶς
15 μεμαθηκέναι τὸν ἀκολουθεῖν βουλόμενον οἷς νῦν Ἱπποκράτης διδάσκει.



18b.449