Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

1 νηʹ.

2 Τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ
3 ἐν τοῖσι κατὰ σκέλεα τρώμασιν ἐν τοῖσι κατὰ χεῖρας·
4 καὶ γὰρ μείζω καὶ παχύτερα ταῦτα ἐκείνων· καὶ δὴ καὶ
5 ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι. μετεπιδῆσαι
6 δὲ τὸ ἄρθρον οὔτε τὶ κωλύει τριταῖον, οὔτε κατεπείγει.
7 καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν,
8 ὥσπερ καὶ τὰ παροιχόμενα· καὶ ἢν μὲν  ἀτρέμα
9 κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς
10 τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται, ἢν δὲ μὴ
11 θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ ῥᾳδίως τῷ σκέλει, ἐπιδεῖσθαι
12 δὲ ἀναγκάζοιτ’ ἂν πολὺν χρόνον.



14 Αὐτὸς εἶπε τὴν αἰτίαν οὗ κελεύει· καὶ γὰρ μείζω φησὶ
15 καὶ παχύτερα ταῦτα ἐκείνων καὶ τρίτον ἐπὶ τούτοις ἐστὶ
16 τὸ κατακείμενον ὑγιάζεσθαι τὸν ἄνθρωπον, οὐχ ὥσπερ ἐπὶ
17 τῶν κατὰ χεῖρα περιερχόμενον. ταῦτ’ οὖν ἐν τῷ καθόλου
18 περὶ πάντων ἡμῖν τῶν ἄρθρων εἰρῆσθαι νομίζομεν.



18b.493