Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

10 εʹ.

11 Ἄλλοι δ’ αὖ τινές εἰσιν οἱ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύουσιν
12 εὐθέως καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖς ὀθονίοισι,
13 κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι καὶ ἐῶσιν
14 ἀνεψῦχθαι, ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν
15 τι καὶ σπλήνεσιν οἰνηροῖσιν εἰρίοισιν ῥυπαροῖσι
16 θεραπεύουσιν. αὕτη ἴησις κακή. καὶ εἰκὸς τοὺς ἰήτρεύοντας
17 τὰ μέγιστα ἀσυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι
18 κατήγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ 18b.542
1 γινώσκειν καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι
2 τοῦ ὀθονίου καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι καὶ οἷ
3 τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ
4 πιέζῃ μάλιστα χρὴ καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς
5  τις βάλληται μηδὲ πιέζῃ μάλιστα χρή, ἀλλὰ
6 ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν
7 γεγραμμένοισιν ὁποῖα ἐφ’ ἑκατέρων ἀποβαίνει, μαρτυρεῖ
8 δὲ καὶ αὕτη ἰατρική· ἀνάγκη γὰρ τῷ οὕτως
9 ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ ἕλκος.



11 Τῶν μεγάλως βλαπτόντων ἐν τούτῳ τῷ λόγῳ μέμνηται,
12 σαφῶς διδάσκων αὐτὸς πράττουσιν ἅπαντα· καὶ
13  μέντοι καὶ τὰς ἁμαρτίας αὐτῶν ἐλέγχει σαφῶς, ὥστε
14 μηδ’ ἂν ἐμοῦ δεῖσθαι τὸν ἐθέλοντα φιλοπόνως τοῖς λεγομένοις
15 προσέχειν τὸν νοῦν.