Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

1 λγʹ.

2  Ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς ἐναλλὰξ,
3 ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ’ ἀριστερά· καὶ τὰ μὲν
4 πλείω κάτωθεν ἀρχόμενος ἐς τὸ ἄνω ἄγειν. ἔστι δ’ ὅτε
5 καὶ ἄνωθεν ἐς τὸ κάτω.



7 Αἱ μὲν ὑποδεσμίδες οὐκ ἐναλλὰξ ἀλλήλαις εἶχον τὴν
8 νομὴν, ἀλλ’ ἐπὶ τοὐναντίον ἀμφότεραι τῆς εἰς τὸ παρὰ φύσιν
9 ἐκτροπῆς ἐπανῆγον τὸ κῶλον. οἱ δὲ μετὰ τοὺς σπλῆνας
10 ἀπόδεσμοι σκοπὸν ἔχοντες, ὅλον μὲν τὸ κῶλον ἀποδεῖν,
11 ἅπασαν δὲ τὴν ἐπίδεσιν ὁποίαν παρέλαβον φυλάττειν ἔμπαλιν
12 ἀλλήλοις ποιοῦνται τὴν νομὴν, μὲν ἐπὶ τὸ δεξιὸν
13 μέρος, δ’ ἐπὶ θάτερον ἑλιττόμενος, ὡσαύτως δὲ κάτω μὲν
14 ἕτερος, ἄνω δὲ ἕτερος. οὕτως γὰρ μάλιστα φυλάξουσι
15 τὴν ἐπίδεσιν οἵαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις.
16 διόπερ αἱ μὲν ἐπὶ τὰ δεξιά τε καὶ ἀριστερὰ κατὰ πᾶν ἴσαι
17 γιγνέσθωσαν, αἱ δ’ ἄνω καὶ κάτω μὴ πολὺ μὲν ἀλλήλων
18 ὑπερεχέτωσαν. ὅμως δ’ οὖν κάτωθεν ἄνω πλεονεκτείτω· 18b.381
1 ἀσφαλέστερον γὰρ τοῦτο διὰ τὴν ὀλίγον ὕστερον εἰρημένην
2 αἰτίαν, ἡνίκα εἰς τὴν ἀρχὴν τοῦ κώλου τὸ αἷμα συνεβούλευσεν
3 ἐκθλίβειν ἀπὸ τοῦ κατάγματος.