Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

17 στʹ.

18 Καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν καὶ ἔνθεν ἐπιδεθείη, ἐν
19 μέσῳ δὲ διαλειφθῇ, μάλιστα κατὰ τὴν διάληψιν οἰδήσειεν 18b.543
1 ἂν καὶ ἀχοιήσειεν. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτα
2 ἂν πάθοι;



4 Ὅτι τὸ σαρκῶδες ὀνομάζει χρῶτα λέλεκταί μοι καὶ
5 πρόσθεν· ἀλλὰ νῦν γε πρόσεχέ μοι τὸν νοῦν, ὅπως ἂν ἢν
6 λογικὸς εὑρίσκῃ τὸ προσῆκον, οὐ περιμένει μακρὰν πεῖραν.
7 οἴονται μὲν ἕλκος ἀνεπίδετον ἐῶντες, ἑκατέρωθεν δ’
8 αὐτοῦ περιβάλλοντες ἐπιδέσμους, οὐκ ἐξ ὦν αὐτοὶ πράττουσιν,
9 ἀλλὰ διὰ τὴν κακοήθειαν τοῦ παθήματος ἐπιμίγνυσθαι
10 φλεγμονὰς καὶ μοχθηρῶς διατίθεσθαι τὸ ἕλκος, τοῦ
11 μὲν πρώτου τὴν τοιαύτην θεραπείαν ἐπινοήσαντος, ἑαυτὸν
12 παρακρουσαμένου λόγῳ μοχθηρῷ, τῶν διαδεξαμένων δ’
13 αὐτὸ τὸ ἔθος φυλαξάντων διὰ τὸ μὴ τολμᾷν ὑπαλλάξαι.
14 τί δὲ εἰ τοῦ μέγα κακὸν ἐργάσασθαι; τοῦτο γὰρ ἐπιεικῶς
15 συμβαίνει τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις τὰς τέχνας,
16 ὥστε μόνος ἀπολογισμὸς θαῤῥῶν ἐξ αὐτῆς τῆς τοῦ
17 πράγματος φύσεως ὁρμώμενος ὑπαλλάττειν ἐπιχειρεῖται δι’
18 ἔθους μακροῦ πραττόμενα κακῶς. τίς οὖν λόγος ἐστὶν 18b.544
1 θαῤῥήσας Ἱπποκράτης ὑπήλλαξε τῆς θεραπείας αὐτῶν
2 οὐ μὰ Δία πιθανῶν, οὐδὲ ξένων δεχομένων λημμάτων, ἀλλ’
3 ἐξ ἐπιστημονικῶν τε καὶ ἀναγκαίων. εἰ γὰρ ἐπὶ τῶν ὑγιαινόντων
4 σωμάτων τοιοῦτος τρόπος τῆς ἐπιδέσεως εἰς
5 τὴν μεταξὺ τῶν ἐπιδουμένων χώραν ἐκθλίβων ἑκατέρωθεν
6 τὸ αἷμα φλεγμονὴν ἐργάζεται, πῶς οὐ πολὺ μᾶλλον ἐπὶ τῶν
7 ἤδη πεπονθότων ἐργάσεται.