Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

6 ιʹ.

7 Βάλλεσθαι μὲν οὖν χρὴ τὸ ὀθόνιον κατ’ αὐτὴν τὴν ἴξιν
8 τοῦ ἕλκεος, πιέζειν δὲ ὀλίγῳ ἧσσον εἰ μὴ ἕλκος εἶχεν·
9 ἐπινέμεσθαι δὲ τῇ ἐπιδέσει, ὥσπερ καὶ πρόσθεν εἴρηται.
10 τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου τοῦ μαλθακοῦ ἵστωσαν.
11 μᾶλλον δέ τε δεῖ ἐν τοῖσι τοιούτοισιν εἰ μὴ
12 ἕλκος εἶχε. πλῆθος δὲ τῶν ὀθονίων μὴ ἐλάσσω ἔστω
13 τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω· ἢν δὲ ἐπιδεθῇ,
14 δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέσθαι δὲ
15 μή. φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. τοὺς δὲ
16 χρόνους αὐτοὺς μὲν χρὴ, εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι.
17 τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ
18 καὶ ἐν τοῖσι πρόσθεν εἴρηται, μετεπιδεῖν δὲ διὰ
19 τρίτης πάντα μεταποιέοντα ἐς τοὺς τρόπους τοὺς παραπλησίους, 18b.550
1 ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν ἐς τὸ σύμπαν
2 ἧσσόν τινι πιέζειν ταῦτα ἐκεῖνα· καὶ ἢν κατὰ
3 λόγον τὰ εἰκότα γένηται ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται
4 τὸ κατὰ τὸ ἕλκος. ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ
5 τῆς ἐπιδέσιος κατεχόμενον καὶ αἵ τε ἐκπυέσιες ἔσονται
6 θάσσους τῶν ἄλλων  ἰητρευμένων ἑλκέων. ὅσα
7 τε σάρκια ἐν τῷ τρώματι ἐμελάνθη καὶ ἐθανατώδη θᾶσσον
8 περιῤῥηγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ τῇ ἰητρείῃ ἐν
9 τῇσιν ἄλλῃσιν ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ ἕλκος,
10 οὕτως ἄλλως ἰητρευμένον. πάντων δὲ τούτων αἴτιον
11 ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ
12 δὲ τὰ περιέχοντα.



14 Ἴξιν ἀεὶ τὴν εὐθυωρίαν ὀνομάζει ποτὲ μὲν τὴν κατὰ
15 τὸ μῆκος τοῦ σώματος, ἔστι δ’ ὅτε τὴν κατὰ τὸ πλάτος,
16 ὥσπερ νῦν, ἀξιῶν τοῦ πρώτου τῶν ἐπιδέσμων τὴν ἀρχὴν
17 ἐκ τῶν δεξιῶν τῶν ἀριστερῶν μερῶν τοῦ ἕλκους θέντας
18 ἐπιλίττειν ὅλον αὐτὸ καταληφθῆναι καὶ μηδὲν ἀπολειφθῆναι
19 μέρος γυμνόν.



18b.551