Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

1 μʹ.

2 Ὁκόσα γὰρ ἀνθρώποις ἅρμενα μεμηχάνηται πάντων ἰσχυρότατά
3 ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ καὶ μόχλευσις
4 καὶ σφήνωσις. ἄνευ δὲ τούτων ἑνὸς δή τινος
5 πάντων οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ ἄνθρωποι
6 ἐπιτελέουσιν. οὔκουν ἀτιμαστέη αὕτη μόχλευσις, εἰ
7 γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα οὐκ ἄλλως. ἢν δὲ ἄρα
8 τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ
9 ἐνέδραν τῷ μοχλῷ, ἀλλὰ παροξὺ παραφέρει παραγλύψαντα
10 χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆσαι.
11 μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα δευτεραῖα,
12 τριταῖα δὲ μὴ, τεταρταῖα δὲ ὡς ἥκιστα καὶ πεμπταῖα·
13 καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύτῃσιν
14 τῇσι ἡμέρῃσι φλεγμονὴν ἂν ποιήσειε καὶ ἐκβάλλοντι
15 οὐδὲν ἧσσον.



17  Ὄνους καὶ ὀνίσκους τοὺς ἄξονας ὀνομάζει. τούτων
18 οὖν τὴν περιαγωγὴν ἕν τι τῶν βεβαιοτάτων φησὶν εἶναι, 18b.594
1 ὥσπερ καὶ τὴν μοχλείαν καὶ τὴν σφήνωσιν. ὀνομάζει
2 δὲ σφήνωσιν τὴν διὰ τῶν σφηνῶν διάστασίν τε καὶ διαίρεσιν
3 τῶν ξύλων.