Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.)
urn:cts:greekLit:tlg0057.tlg100
Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
editio(nes) critica(e):
translatio Latina: Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, pp. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
translationes recentiores Andreoni, 1972 (ita)

10 λαʹ.

11 Ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη τήν τε κατάτασιν
12 δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν ἰθυωρίην καὶ
13 τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη. τὰ γὰρ ἀποπιέσματα,
14 εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο,
15 τὰ δὲ ἐς τὸν μηρὸν, αἵ τε ῥάβδοι εὐθετώτεραι αἱ μὲν ἔνθεν,
16 αἱ δὲ ἔνθεν τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν
17 θέσιν τῆς κνήμης, τό τε τρῶμα εὐκατάσκηπτον καὶ
18 εὐβάστακτον.


18b.582


1 Δικαίην ἔφην ὑπ’ αὐτοῦ λέγεσθαι τὴν ἴσην. δόξει δ’
2 ὑποπεπτωκέναι ταὐτῷ σημαινομένῳ καὶ ὁμαλότης καὶ
3 ἰσότης ἐφεξῆς· ἀλλ’ αὕτη μὲν ἐν τοῖς μέρεσιν ἑνὸς πράγματος
4 ἔχει τὴν γένεσιν. δικαία δ’ ἐν δυσὶ τὸ ἐλάχιστον
5 συνίσταται, διὸ καὶ νῦν δικαίαν μὲν κατάτασιν ἀκουστέον
6 εἰρῆσθαι παρ’ αὐτοῦ κατά τε τὴν ἀντίτασιν, ἣν αἱ δύο
7 σφαῖραι ποιοῦνται, καὶ κατὰ τὰς ἐμβεβλημένας αὐταῖς κραναΐνας
8 ῥάβδους, ὁμαλὴν δὲ τὴν καθ’ ἑκάστην αὐτῶν, οἷον
9 τὴν κατὰ τὰ σφυρὰ μόνην αὐτὴν καθ’ ἑαυτὴν ἐξεταζομένην,
10 εἶτα τὴν πλησίον τοῦ γόνατος, εἶτα τὴν ἀπὸ τῆς κατὰ τὸ
11 δεξιὸν μέρος ῥάβδου καὶ μετὰ ταύτην ὑπὸ τῆς περὶ τὸ
12 ἀριστερόν.