14Δεῖ δὲ μετὰ τούτων τοὺς φιλιάτρους ἔχειν
15Λευκὴν καλὴν ἔμπλαστρον εἰς ἀποσύρματα,
16Καὶ τὰ πυρίκαυτα καὶ τὰ χωρὶς αἰτίας
17Ἔξ ἐπιπολῆς γινόμενα φανερᾶς ἕλκεα.
18Σκευάζεται δ’ οὕτως. ψιμυθίου λίτραν
13.456
1Λιθαργύρου τε τῆς τρυφερᾶς μάλιστα νῦν
2Λίτραν μίαν τε καὶ μέρος λίτρας τρίτον,
3Κηροῦ τε καθαροῦ Ποντικοῦ πέντ’ οὐγγίας,
4Τερμινθίνης τ’ οὐγγίαν τῆς καθαρωτάτης,
5Λιβάνου δὲ μάννης ἢ λιβάνου πέντ’ οὐγγίας.
6Λευκοῦ δ’ ἐλαίου τοῦ καλοῦ καὶ προσφάτου
7Δύ’ ἥμισυ λίτρας καὶ ὕδατος ξέστην αʹ.
8Ἕψε δὲ ἔλαιον, ψιμύθιον, λιθάργυρον,
9Ὕδωρ πυρὶ κούφω, τῇ σπάθῃ κινῶν ἀεί.
10Ὅταν δὲ πᾶν μὲν ἐκφρυγῇ, καλῶς θ’ ὕδωρ,
11Τὸ δὲ φάρμακον λεῖόν τε καὶ λευκὸν βλέποις,
12Μαλακὸν, ἀμόλυντον, τότε βάλλεις τερμινθίνην,
13Ἔπειτα κηρὸν, εἶτα λίβανον ὕστερον.
14Ἄρας τε κίνει τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
15Ὑποψυχέν τε συμμέτρως τὸ φάρμακον
16Εἰς τὴν θυείαν καταχέας ἀναλάμβανε.
17Ἐπί τε γυναικῶν ἢ τρυφερῶν τῶν παιδίων
18Ἐπί τε γερόντων ἢ τῶν καχεκτούντων νέων.
13.457
1Ταύτῃ κατάμισγε τῆς στυπτηρίας τρίτον
2Ἣν προαποδεδώκαμεν ἔμπλαστρον ἔμπροσθεν βραχὺ,
3Καὶ χρῶ πρὸς ἅπαντα καὶ νεότρωτα τραύματα.
4Κατάμισγε δ’ αὐτῇ ῥόδινον τετηγμένῃ
5Καὶ κηρὸν ὀλίγον, καὶ λιπαρὰν ἕξεις καλὴν
6Οἶνον παραχέας λευκὸν αὐστηρὸν βραχύ.