7
Κεφ. ιγʹ.Ἑλλησποντία Ἥρα.Ἐπεὶ δὲ διαφέρεται
8
πρὸς τὸν Ἥραν ἐν τῇ τοῦ φαρμάκου συνθέσει ὁ Ἀνδρόμαχος,
9
ἔδοξέ μοι καὶ τὰ ὑπὸ τοῦ Ἥρα γεγραμμένα προσθεῖναι,
10
κατὰ λέξιν οὕτως ἔχοντα. Ἑλλησποντία διαπνευστικὴ,
11
ἀφλέγμαντος. πρὸς χοιράδας, φύγεθλα, παρωτίδας
12
ἐπιτεθὲν τὸ σπληνίον ἐπισπᾶται, πυοποιεῖ, ῥήσσει, κολλᾷ
13
καὶ καθόλου ποιεῖ ἐπὶ πάντων τῶν πυρικαύτων, παρηγορεῖ
14
δὲ καὶ ποδαγρικούς. ♃ ἐλαίου παλαιοῦ 𐅻 ρʹ. πίσσης ξηρᾶς
15
δραχμὰς νʹ. λαδάνου 𐅻 κεʹ. λιθαργύρου 𐅻 ρʹ. ἰοῦ ξυστοῦ
16
δραχμὰς ηʹ. χαλβάνης 𐅻 δʹ. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου
17
λειοτριβήσας ἕψε. ἡνίκα δὲ συστρέφεται, πρόσβαλλε τὴν πίσσαν 13.915
1
καὶ τὸν ἰὸν, εἶτα λάδανον καὶ τὴν χαλβάνην καὶ οὕτως
2
κατεράσας εἰς θυείαν, μάλασσε καὶ χρῶ. τινὲς δὲ ὑπὲρ τοῦ
3
εὔχρουν αὐτὴν γενέσθαι καὶ φαιὰν, μίσγουσι καὶ λεπίδος
4
𐅻 ηʹ. ἄλλως γὰρ γίνεται μελαντάτη. ταύτῃ καὶ ἐπὶ ποδαγρῶν
5
ἐχρησάμην πολλάκις καὶ ἐποίησεν ἄκρως. δεῖ δὲ δᾳδίοις
6
ἀντὶ ξύλων χρῆσθαι. πρόδηλον δ’ ὅτι διαφωνοῦσιν οἱ
7
ἄνδρες ἐν μὲν τοῖς ἄλλοις βραχύ τι, κατὰ δὲ τὴν τοῦ ἐλαίου
8
συμμετρίαν πάμπολυ. διπλάσιον γὰρ ἢ κατὰ τὸν Ἥραν ὁ
9
Ἀνδρόμαχος ἐμβάλλει. δύναται δὲ καὶ ἑτέρως σκευάζεσθαι,
10
γινωσκόντων ἡμῶν ἐὰν μὲν πλεῖον ἔλαιον ἐμβληθῇ, χρονιωτέραν
11
γενέσθαι τὴν ἕψησιν δηλοῖ, αὐτό τε τὸ φάρμακον γενήσεσθαι
12
ξηραντικώτερον. ἐὰν δὲ ἔλαττον, ἀντέχειν τε τὴν
13
ἕψησιν ἐσομένην καὶ τὸ φάρμακον ἧττον ἔσεσθαι ξηραντικόν