Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De compositione medicamentorum per genera (De comp. med. per gen.)
urn:cts:greekLit:tlg0057.tlg077
Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Médicaments composés selon les genres
The Composition of Drugs According to Kind (Comp. Med. Gen.)
editio(nes) critica(e):
translatio Latina: De compositione medicamentorum per genera, 1827, vol. 13, pp. 362-1058. urn:cts:greekLit:tlg0057.tlg077.verbatim-lat1


9 Κεφ. ιθʹ.Αἱ ὑπὸ Δαμοκράτους γεγραμμέναι διαφορητικαί.
10

11Ἔμπλαστρος ἀγαθὴ διαφοροῦσα, μηλίνη,
12Τὰς μὴ παλαιὰς χοιράδας τῶν παιδίων,
13Τὰς περὶ μύας τε καὶ τὸ δέρμα σκληρίας
14Καὶ τὰς μενούσας φλεγμονὰς πλέω χρόνον,
15Πληροῖ τε σάρκα καὶ εἰς ἐπούλωσιν ἄγει.
16Σκευάζεται δ’ οὕτως· καλῆς λιθαργύρου
17Τὸ πολὺ λίτραν, ψιμυθίου ἡμίλιτρον,
18Τούτοις παραδίδωσι λίτραν νέου
13.941
1Ἐλαίου λιπαροῦ, τὴν λιθάργυρον βαλὼν,
2Ἕψε μετ’ ἐλαίου καὶ ῥυπῶδες τῷ πάχει
3Ποιῶν, προσαπόδος ψιμυθίου λεῖον τότε.
4Ὅταν δ’ ἴδῃς ἀμόλυντον, εὔκρατόν τ’ ἄγαν,
5Μικρῷ γε μᾶλλον σκληροτέραν, προσέμβαλε
6Κηροῦ, πιτυΐνης, ὧν τακέντων, τὴν χύτραν
7Ἀπὸ τοῦ πυρὸς ζέουσαν ἄρας, τότε
8Βάλλ’ ἀμμωνιακὸν, χερσὶ καὶ τοῖς δακτύλοις
9Πλατυνθεὶς, ὡς εἴωθε, κηρὸς παρὰ πυρὶ,
10Ἔπειτα κινῶν τῇ σπάθῃ τὸ φάρμακον,
11Καὶ πάλιν μαλάσσων χερσίν· οὕτως ἀποτίθου.


12 Ἄλλη.

13Ἄλλη πρὸς πάντα ταῦτα. τὰς δὲ χοιράδας
14Μᾶλλον διαφορεῖ, τοὺς πονοῦντας δ’ ὠφελεῖ,
15Ἔχοντας εὐλάβειαν εἰς ἀπόστασιν
16Ὑποχονδρίου μετά τινος ὄγκου καὶ φόβου.
17Μέλαινα δ’ οὖσα, σκευασίαν ταύτην ἔχει,
18Πίσσης διῢγρου καὶ ξηρᾶς λίτρας βʹ.
13.942
1Πυκνῆς τε ὑελώδους πρόσβαλ’ ἀσφάλτου βʹ.
2Φρυκτῆς πιτυΐνης δʹ. κηροῦ δὲ γʹ.
3Λιβάνου δὲ λίτραν αʹ. καὶ μέρος τρίτον,
4Χαλκοῦ δὲ λεπίδος οὐγγίας δὶς δʹ.
5Κοινοῦ ἐλαίου προσφάτου εʹ. οὐγγίας,
6Λεῖε λίβανόν τε καὶ λεπίδα, παρεγχέων
7Ὄξους τὸ μέτριον καὶ λεάνας ἐπιμελῶς
8Πάχος ποιήσας μέλιτος, ἕψησον τότε
9Κηρόν τε καὶ τὰ λοιπὰ μετ’ ἐλαίου νέου,
10Οὕτως τε κατάχει θερμὰ τῶν λελεασμένων,
11Μίξας τ’ ἐπιμελῶς πάντα χερσὶν εὐτόνως,
12Ἀποτίθου, φυλάττων δέρματι σκεπασμένην,
13Ποιεῖ γὰρ ἐπίπαγόν τε καὶ τραχύνεται.


14  Αἱ δι’ ἁλῶν διαφορητικαὶ Δαμοκράτους.

15Σκεύαζε καὶ τοῦτ’, ὡς κράτιστον φάρμακον.
16Καλοῦ ψιμυθίου καὶ καλῆς λιθαργύρου,
17Λίτρας ἑκάστης καὶ ἁλῶν δέκ’ οὐγγίας.
18Ἅλας δέ ἐστι πᾶν τὸ λευκὸν εἰς φάρμακον
13.943
1Ἱκανῶς εὔχρηστον, ἀλλὰ βέλτιον πολὺ
2Ἀμμωνιακόν τε καὶ καθαρὸν θαλάσσιον,
3Καὶ τρὶς ἐλαίου πολυετοῦς λίτρας σταθμόν.
4Ἕψε δὲ ἔλαιον καὶ τὰ λοιπὰ ὁμοίως λεῖα,
5Ἕως γένηται σκληρότερα μαλάγματος,
6Ἀποκείμενα γὰρ γίγνεται μαλακώτερα.


7 Ἄλλη.

8Ἄλλη ἀμείνων, διαφορεῖ γὰρ σκληρίας.
9Πασῶν ἄμεινον τὰς ἄγαν κεχρονισμένας,
10Καὶ βρογχοκήλας καὶ μεγάλας μελικηρίδας,
11Τὰς δυσμεταβόλους χοιράδας, τάς τ’ ἀγκύλας.
12Σκεύαζε δ’ οὕτως, ἁλὸς λειοτάτου λίτραν,
13Δύο τε λιτοῦ ψιμυθίου καὶ χαλβάνης
14Οὐγγίας βʹ. τὸ δ’ αὐτὸ καθαρᾶς προπόλεως,
15Ἀριστολοχίας, χαλβάνης ἴσον μέρος,
16Καλοῦ τ’ ἐλαίου πολυετοῦς λίτρας βʹ.
17Ἂν δ’ παχύτατον πρόσβαλε ἄλλην μίαν,
18Ἕψει δ’ ὁμοίως καὶ καλῶς κεκραμένην.
13.944
1Ἀπὸ τοῦ πυρὸς βάσταζε καὶ λείαν τότε
2Ἀριστολοχίαν παραπάσεις, προσεμβαλὼν
3Μεμαλαγμένην πρόπολίν τε καὶ τὴν χαλβάνην.


4 Ἄλλη διαφορητικὴ Δαμοκράτους δι’ ἀσβέστου.

5Λίαν ἀγαθὴ, διαφοροῦσα χοιράδας,
6Στέλλουσα πᾶν οἴδημα καὶ τὰς ἥπατος,
7σπληνός γ’ ὑδαρεῖς διαθέσεις ἰωμένη,
8Οὔρων ἄγουσα δαψιλεῖς τὰς ἐκκρίσεις,
9Τὰς ἰσχιάδας λύει τε τὰς κεχρονισμένας.
10Ταύτῃ Οὐλβιανὸς εὐφυὴς νεανίας
11Χρώμενος, ὠφέλει πολλοὺς πάνυ.
12Ἔχει δὲ λίτραν Ποντικοῦ κηροῦ μίαν,
13Μίαν τε φρυκτῆς καἰ μίαν τῆς πιτυΐνης,
14Ἀσβέστου τε προσφάτου οὐγγίαν αʹ.
15Στυπτηρίας τε σχιστῆς οὐγγίαν αʹ.
16Ἴσον δ’ ἑνὶ τούτων ἀῤῥενικοῦ τοῦ Ποντικοῦ.
17Τούτοις παραχέας ὄξος εὐῶδες, βραχὺ
18Λέαινε ἐφ’ ἱκανὸν ἐν θυείᾳ μείζονι,
13.945
1Κηρῷ δὲ ῥητίνῃ τε προσβαλὼν βραχὺ
2Ἔλαιον, τήξας ἐπὶ πυρὸς λάβρου φλογὸς,
3Μιγνύς τ’ ἐπιμελῶς πάντα καὶ μαλάγματα
4Ποιῶν τ’ ἀμολύντου τὸ πάχος, ἔχ’ ἀποκείμενον.
5Χρώμενος ἐφ’ ὧν δεῖ προσφάτῳ τῷ σπληνίῳ.
6Ἔλεγε δ’ Κράτιστος καὶ πατὴρ τοῦ φαρμάκου,
7Καὶ πρὸς νόσων τε τῶν μακρῶν ἀπαλλαγὰς,
8Εὔχρηστον εἶναι καὶ καλὸν τὸ φάρμακον,
9 Ἐφ’ ὧν τε χρόνιος φλεγμονὴ σπλάγχνων τινὸς
10Ὑποχόνδριον πεποίηκε σκληρὸν μέγα
11Σφόδρ’ ὠφελεῖν, ἱδρῶτας γὰρ ἐπιφέρει
12Καὶ τὰς σκληρίας λύει τῶν ὑποχονδρίων,
13Ἀπαλλαγάς τε τῶν νόσων ποιεῖ ταχὺ,
14Καὶ τὰς ἐποχὰς δὲ τῶν φυσικῶν καταμηνίων
15Ἄγει βραχείαις ἡμέραις ἐπικείμενον.
16Ἐγὼ δ’ ἀφαιρῶν τὴν τίτανον, στυπτηρίαν
17Διπλῆν ἔβαλλον καὶ τὸ φάρμακον ποιοῦν
18Ἄμεινον ἔγνων, οὐ ποιοῦν τὰ ψυδράκια.
13.946