13
Κεφ. ιστʹ.Περὶ τῶν καταγματικῶν καὶ κεφαλικῶν
14
ἐμπλάστρων.Οἱ πλεῖστα καὶ κάλλιστα φάρμακα γράψαντες,
15
οὕς ἔμπροσθεν ὀνομαστὶ διῆλθον, ἐκάλεσάν τι γένος ἐμπλάστρων
16
κεφαλικάς τε καὶ καταγματικὰς ἀπὸ τῶν ἐν τῇ κεφαλῇ
17
καταγμάτων μάλιστα τὴν προσηγορίαν αὐταῖς θέμενοι.
18
ῥυπτικῆς δ’ εἰσὶ καὶ διαφορητικῆς καὶ ξηραντικῆς αἱ 13.535
1
τοιαῦται δυνάμεως. ἔμιξαν δ’ αὐταῖς οἱ πλεῖστοι τῶν στυφόντων
2
φαρμάκων ὀλίγον, ἕνεκα δυοῖν χρειῶν, ὡς εἴρηται,
3
τοῦ τ’ ἀποκρούεσθαι τὸ ἐπιῤῥέον τοῖς πεπονθόσι μέρεσι
4
καὶ τοῦ ποδηγεῖν ἄχρι βάθους τὴν τῶν ῥυπτικῶν δύναμιν.
5
ἐλέχθη δὲ ἡμῖν ἔμπροσθεν, ὡς εἰ μὴ κατεργασθείη τῇ
6
τρίψει τὰ στύφοντα, μέχρι τοῦ χνοώδη γενέσθαι βλάβην
7
μᾶλλον ἢ ὠφέλειαν παρέξει αὐτὰ, τοῖς τὴν ἑλκτικὴν δύναμιν
8
ἔχουσιν. ἀρίστην δ’ αὐτῶν ἔφην γίγνεσθαι κατεργασίαν
9
ἐν ὄξει δριμεῖ λειωθέντων. ἄρξομαι τοίνυν ἤδη τῆς τῶν τοιούτων
10
φαρμάκων γραφῆς ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου
11
γεγραμμένων.