14
Κεφ. ιʹ.Περὶ σηπεδονικῶν καὶ νομῶν.Ἐπὶ δὲ τῶν
15
σηπεδονικῶν καὶ τῶν νομῶν ὀρόβινον ἄλευρον, στυπτηρίαν
16
ὑγρὰν, ἄρτου σεμιδαλίτου τὸ ἐντὸς, χοιρείου παλαιοῦ ἢ ἄλλου
17
ταριχηροῦ παλαιοῦ, σαρκὸς ἀπλύτου, τερμινθίνην ὑγρὰν, 13.732
1
μέλι καλὸν, ἴσα σταθμῷ συνελάσας ἐπιτίθει. ἢ ἀριστολοχίας
2
καὶ κικίνων φύλλων χυλοῦ ἴσα, ἰοῦ τὸ ἥμισυ, δι’ ὕδατος,
3
μέλιτος δὲ τὸ πάχος κατάχριε μικρὸν τοῦ ὑγροῦ προσλαμβάνων.
4
ἐὰν δὲ μὴ ἀφίστηται ἡ ἐσχάρα, ἐλατηρίου, ἰοῦ τὸ
5
ἴσον πρόσμισγε. καλῶς ποιεῖ ἐπὶ τῶν σηπεδόνων, σῶρυ λεῖον
6
ἐπὶ πάχος ἐπιπασσόμενον καὶ ἐπάνω τίλμα ξηρόν. ἢ ἀριστολοχίαν
7
στρογγύλην καὶ κηκίδα ἴσα μετ’ ἐλαίου περίχριε.
8
ἢ σικύου ἀγρίου ῥίζαν ἢ κράμβης ἢ τεύτλου ἢ λαπάθου φύλλοις
9
ἐνδήσας θερμοσποδίᾳ ἔγκρυψον. ὅταν δὲ μαλακυνθῇ,
10
συντρίψας ἐπίθες, εὐτόνως ἀνακαθαίρει. ἢ θαλλίᾳ ἐν οἴνῳ
11
ἑφθῇ μετὰ μέλιτος κατάπασσε, ἢ χαλκῖτιν κατάπασσε, ἄνωθεν
12
δὲ τίλματα ξηρὰ ἐπιτίθει. ἐλατηρίου ἢ λινοσπέρμου λεῖα
13
μετὰ χαλκάνθου ἐπιτίθει, ἢ θύμῳ καὶ σταφίδι ἀγρίᾳ ἢ
14
ἡμέρῳ κατάπασσε μετὰ σύκων ἑφθῶν, ἢ συκίνοις φύλλοις
15
λείοις μετὰ μέλιτος, ἢ νίτρον μετὰ κυμίνου καὶ ἄλευρον μετὰ
16
μέλιτος, ἢ σικύου ἀγρίου ῥίζαν μετὰ μέλιτος, ἢ σκίλλης ἑφθῆς
17
μετὰ μέλιτος, ἢ ἐλλεβόρου μετὰ μέλιτος. ποιεῖ καὶ πρὸς φαγεδαίνας 13.733
1
ταῦτα καὶ μελανίας καὶ νομὰς, ἢ σώρεως 𐅻 ιβʹ.
2
χαλκίτεως 𐅻 ιʹ. μίσυος 𐅻 δʹ. σὺν ὄξει δριμυτάτῳ ἡμικοτυλίῳ
3
λέαινε, μέχρις ἂν ξηρανθῇ, καὶ ἀνελοῦ. χρῶ δὲ μήλην
4
βάπτων καὶ ἐπικυλίων τῷ ἕλκει καὶ ἐπάνω ὀθόνιον ἁπλοῦν
5
ἐξ οἰνελαίου ἐπιτίθει. ἐὰν δὲ φλεγμαίνῃ, ὑοσκυάμῳ μετὰ ἀλφίτων
6
ἢ κράμβῃ μετὰ μέλιτος κατάπασσε. ἐπὶ δὲ τῶν σκώληκας
7
ἐχόντων ψιμύθιον καὶ πόλιν ἴσα σὺν πίσσῃ ὑγρὰ
8
κατάχριε.